Ancient Greek
Page 98
Testamentum Salomonis, Conspectus titulorum 98
Not analysed yet
CONSPECTUS TITULORUM Tituli Codicum Manu Scriptorum Recensionum A, B, et C Titulus Codicum MSS PQ Διαθήκη Σολομῶντος υἱοῦ Δαυείδ, ὃς ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ καὶ ἐκράτησεν καὶ ὑπέταξεν πάντων ἀερίων, ἐπιγείων, καὶ καταχθονίων πνευμάτων· δι' ὧν καὶ πάντα τὰ ἔργα τοῦ ναοῦ τὰ ὑπερβάλλοντα πεποίηκεν· καὶ τίνες αἱ ἐξουσίαι αὐτῶν κατὰ ἀνθρώπων, καὶ παρὰ ποίων ἀγγέλων οὗτοι οἱ δαίμονες καταργοῦνται. τοῦ σοφοῦ Σολομῶντος. Titulus Codicis MS I (Διαθήκη τ<οῦ>) Σολομῶντος υἱοῦ Δαυείδ, ὃς ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ περὶ τῶν δαιμόνων οὓς ἐκράτησε, καὶ τίνες εἰσὶν αἱ ἐξουσίαι δοθεῖσαι αὐτῷ ὑπὸ θεοῦ κατὰ τῶν δαιμόνων καὶ παρὰ τίνων ἀγγέλων καταργοῦνται οἱ δαίμονες, καὶ τὰ ἔργα τοῦ ναοῦ ἃ ὑπερβαλλόντως πεποίηκεν. Titulus Codicis MS H Διήγησις περὶ τῆς διαθήκης Σολομῶντος καὶ περὶ τῆς ἐλεύσεως τῶν δαιμόνων καὶ περὶ τῆς τοῦ ναοῦ οἰκοδομῆς.