Ancient Greek · ~5 min
Volume 9.2
Teucer Astrol., De sideribus consurgentibus (fragmenta) (e cod. Danensi 2) 2.183
Not analysed yet
Περὶ τῶν κτημάτων. Ὁ δὲ τὸν τοῦ Κρόνου ἔχων ἐν τούτῳ καλῶς κείμενον αἱρέσει, φάσει, σχήματι, τόπῳ, ὁρίοις μετὰ τὴν πρώτην ἡλικίαν εὐτυχήσει οὐκ ἄνευ κόπου καὶ τῆς ἑαυτοῦ ἀνδρείας προκόπτων καὶ περιττευόμενος καὶ αὐξόμενος πλὴν μετὰ βραδύτητος. ἐν δὲ τοῖς ἐναντίοις σχήμασιν εὑρεθέντος τοῦ ἀστέρος ἔσται ταπεινὸς ἐργάτης, ἱππονόμος καὶ ἐπὶ τετραπόδων τασσόμενος καὶ ἄκληρος καὶ πτώμασι καὶ ποιναῖς περικυλιόμενος εἰς τὴν τοῦ δεκανοῦ κακωτικὴν αἰτίαν καὶ πλεύσει καὶ μοχθήσει διὰ τὴν τοῦ κήτους οὐράν· πολλὰ δὲ δραμεῖται ἀκαταστατῶν ἐν διαφόροις τόποις καὶ ἀτυχῶν διὰ τὸν αἴλουρον. Περὶ τῶν χρημάτων. Ὁ δὲ τὸν τοῦ Διὸς ἐν τούτῳ ἔχων ἐπίκεντρον καὶ αἱρετὴν ἔσται πλούσιος, ἐπίσημος, εὔγαμος, εὔτεκνος ἀπὸ μέσων χρόνων. ἐὰν δὲ ὑπὸ <τοῦ τοῦ> Ἄρεως καὶ Ἡλίου θεωρηθῇ ὁ τοῦ Διός, ἔσται ὁ τοιοῦτος καὶ στρατοπεδάρχης καὶ ἀνδρεῖος διὰ τὴν Ἀθηνᾶν καὶ ἐν γῇ καὶ ἐν θαλάττῃ, καὶ ἐν διαφόροις τόποις δυναστεύσει διὰ τὴν σόβην τοῦ κήτους καὶ ἐντρεχὴς ἔσται τόπον ἐκ τόπου ἀμείβων, ἐπὶ ἀλλοτρίᾳ λύμῃ σπαραττόμενος διὰ τὴν τοῦ αἰλούρου κεφαλήν. ἐὰν δὲ τὸ ἐναντίον σχῆμα ἔχῃ ὁ ἀστήρ, εὐσχήμονας καὶ μετρίους ἀποτελεῖ μόνον. Περὶ στρατείας. Ὁ δὲ τὸν τοῦ Ἄρεως ἔχων ἐν τούτῳ ἰδιοτοποῦντα καὶ καλῶς κείμενον καὶ αἱρετήν, ἔσται στραταρχικός, ἐπὶ ὅπλων καὶ πολέμου τασσόμενος· ἐὰν δὲ κακό<σχημ>ος ὁ ἀστὴρ εὑρεθῇ, ὑπὸ πειρατῶν κακῶς ἀπολεῖται καὶ παρύγροις τό<ποις . . . >