Ancient Greek · ~5 min
Volume 9.2
Teucer Astrol., De sideribus consurgentibus (fragmenta) (e cod. Danensi 2) 2.184
Not analysed yet
<Περὶ τοῦ σώματος. >. . . <κα>τὰ τετράγωνον καὶ διάμετρον, δεινὰ πείσεται ἐξ ὑγρῶν ῥευμάτων, τοπικῶν περιόδων, σπληνὸς ὑδερικοῦ, ἐλεφαντιάσεως, πλευρίτιδος, ληθαργίας καὶ τῶν παραπλησίων τούτοις· πολλοὺς δὲ τόπους πατήσει καὶ ἐπὶ ξένοις νοσήσει τὰς προειρημένας ἄντλων ἀνίας διὰ τὸ ἱππικὸν ἅρμα· ἀρρωστήσει τὸ σῶμα διὰ τὸ ὑποκάτω τοῦ Ταύρου μέρος τοῦ κυνὸς ἡμιτελές· καὶ τέλος ἕξει τοῦ σώματος διὰ τὸ οὐράνιον μέρος τοῦ κατὰ τὴν δωδεκάωρον κυνός. Περὶ τῶν κτημάτων. Ὁ δὲ τὸν τοῦ Κρόνου ἔχων ἐν τούτῳ καλῷ σχήματι ἐπὶ γονεῦσι εὐφρανεῖται καὶ ἀπὸ τούτων †ζω. ι †καὶ βιασθήσεται καὶ ὀψίτυχος καὶ εὔγαμος ἔσται καὶ ἀλλοτρίων κύριος καὶ ἀπὸ παλαιῶν ἢ μυστικῶν ὠφεληθήσεται καὶ πολλὰ δραμεῖται ἐν διαφόροις τόποις καὶ <ἐπὶ> τετράποσι διὰ τὸ ἱππικὸν ἅρμα καὶ τοὺς διῃρημένως τρέχοντας ἵππους. κακοσχήμου δὲ <ὄντος τοῦ ἀστέρος ὁ> γεννηθεὶς ἀπὸ τῶν προειρημένων βλαβήσεται καὶ πλάνας δραμεῖται μεγάλας μηδὲν ὠφελούμενος. πρὸς τὸ τέλος δὲ εὐτυχήσει διὰ τὰ ὀπίσθια μέρη τοῦ κυνός. Περὶ <τῶν> χρημάτων. Ὁ δὲ τὸν τοῦ Διὸς ἔχων ἐν τούτῳ κακῶς κείμενον τρισάθλιος ἔσται, παρὰ τὰς ἀρχὰς φαντασθεὶς ἐκπεσεῖται τῶν ἑαυτοῦ καὶ φυγαδευθήσεται. τὰ δὲ ὀπίσθια τοῦ κυνὸς σημαίνει ὅτι κακὴν ἐσχάτην ἕξει. ἐὰν δὲ <ἐν> καλῷ σχήματιε ὑρεθῇ, ἐν μετρίοις εὐσχημονήσει καὶ τῶν κακῶν ἐκφεύξεται.