Ancient Greek
1.21.5
Thales, Testimonia 1.21.5
Unproofread scanNot analysed yet
Μιλησίοις δέ· ἔκγονε Μιλῆτου, τρίποδος πέρι Φοῖβον ἐρωτᾷς; καὶ ὡς προεῖρηται. καὶ τόδε μὲν οὕτως. Ἐρμῖππος δ’ ἐν τοῖς Βίοις [fr. 12, FHG III 39] εἰς τοῦτον ἀναφέρει τὸ λεγόμενον ὑπὸ τινων περὶ Σωκράτους. ἔφασκε γάρ, φησί, τριῶν τούτων ἕνεκα χάριν ἔχειν τῇ Τύχῃ· πρῶτον μὲν ὅτι ἄνθρωπος ἐγενόμην καὶ οὐ θηρίον, εἶτα ὅτι ἀνὴρ καὶ οὐ γυνή, τρίτον ὅτι Ἕλλην καὶ οὐ βάρβαρος. 34 λέγεται δ’ ἀγόμενος ὑπὸ γηρῶς ἐκ τῆς οἰκίας, ἵνα τὰ ἄστρα κατανοήσῃ, εἰς βόθρον ἐμπεσεῖν καὶ αὐτῷ ἀνοιωξάντι φάναι τὴν γῆν· ‘οὐ γάρ, ὦ Θαλῆ, τὰ ἐν ποσίν οὐ δυνάμενος ἰδεῖν τὰ ἐπὶ τοῦ οὐρανοῦ οἶει γνώσεσθαι’· οἷδε δ’ αὐτὸν ἀστρονομοῦμενον καὶ Τίμων, καὶ ἐν τοῖς Σίλλοις [fr. 23 D.] ἐπαινέι αὐτὸν λέγων·