Ancient Greek
1.24.3
Thales, Testimonia 1.24.3
Unproofread scanNot analysed yet
10. Aristot. Pol. A 11 1259*6 πάντα γὰρ ὠφέλιμα ταῦτ' ἐστὶ τοῖς τιμῶσι τὴν χρηματιστικήν, οἷον καὶ τὸ Θαλέω τοῦ Μιλησίου. τοῦτο γὰρ ἐστὶ κατανόημά τι χρηματιστικόν· ἀλλ' ἐκείνῳ μὲν διὰ τὴν σοφίαν προσάπτοντος, τυγχάνει δὲ καθόλου τι ὂν. ὀνειδίζοντων γὰρ αὐτῷ διὰ τὴν πενίαν ὡς ἀνυπερβούς τῆς φιλοσοφίας οὖσης, κατανοήσαντά φασιν αὐτὸν ἐλαίων φορῶν ἐσομένην ἐκ τῆς ἀστρολογίας, ἐτὶ χειμῶνος ὄντος εὐπορήσαντα χρημάτων ὀλίγων ἀραβῶνας διαδοῦναι τῶν ἐλαιουργείων τῶν τ' ἐν Μιλήτῳι καὶ Χίωι πάντων, ὀλίγου μισθωσαμένον ἀπ' οὐδενὸς ἐπιβάλλοντος. ἐπειδή δ' ὁ καιρὸς ἦκε, πολλῶν ζητουμένων ἄμα καὶ ἐξαφνης, ἐκμισθούντα ὃν τρόπον ἤβουλετο. πολλὰ χρήματα συλλέξαντα ἐπδείξαι, ὅτι ράδιόν ἐστι πλουτεῖν τοῖς φιλοσόφοις, ἂν βούλωνται, ἀλλ' οὐ τοῦτ' ἐστὶ περὶ ὁ σπουδάζουσιν. Vgl. S. 4, 4. Cic. div. I 49, 111.