Ancient Greek
1.25.2
Thales, Testimonia 1.25.2
Unproofread scanNot analysed yet
13. Simpl. Phys. 23, 21 [Theophrast’s Phys. Opin. fr. 1. Doxogr. 475, 1] τῶν δὲ μίαν καὶ κινοῦμένην λεγόντων τὴν ἀρχήν. οὓς καὶ φυσικοὺς ἴδιως καλεῖ [Aristoteles], οἱ μὲν πεπερασμένην αὐτὴν φασιν, ὥσπερ Θ. μὲν ’Εξαμύου Μιλῆσιος καὶ ’Ιππων [c. 26], ὃς δοκεῖ καὶ ἄθεος γεγενέσθαι, ὕδωρ ἔλεγον τὴν ἀρχὴν ἐκ τῶν φαινομένων κατὰ τὴν αἴσθησιν εἰς τοῦτο προαχθέντες· καὶ γὰρ τὸ θερμὸν τῷ ὑγρῷ ζῇ καὶ τὰ νεκρούμενα ξηραίνεται καὶ τὰ σπέρματα πάντων ὑγρὰ καὶ ἡ τροφὴ πᾶσα χυλώδης· ἐξ οὗ δὲ ἐστὶν ἕκαστα. τούτῳ καὶ τρέφεσθαι πέφυκε· τὸ δὲ ὕδωρ ἀρχὴ τῆς ὑγρᾶς φύσεως ἐστὶ καὶ συνεκτικὸν πάντων· διὸ πάντων ἀρχὴν ὑπέλαβον εἶναι τὸ ὕδωρ καὶ τὴν γῆν ἐφ’ ὕδατος ἀπεφήναντο κεῖσθαι.