Ancient Greek
1.26.3
Thales, Testimonia 1.26.3
Unproofread scanNot analysed yet
22. PLAT. legg. x 899B ἀστρων δὲ διὸ περὶ πάντων καὶ σελήνης ἐνιαυτῶν τε καὶ μηνῶν καὶ πασῶν ὧρῶν περὶ τίνα ἄλλον λόγον ἐροῦμεν ἢ τὸν αὐτὸν τοῦτον, ὡς ἐπειδή ψυχὴ μὲν ἢ ψυχαὶ πάντων τούτων αἴτιαι ἐφάνησαν, ἀγαθαὶ δὲ πᾶσαν ἀρετὴν, θεοὺς αὐτὰς εἶναι φήσομεν εἴτε ἐν σώμασιν ἐνούσαι ζῷια ὄντα κοσμοῦσι πάντα οὐρανόν, εἴτε ὅπη τε καὶ ὅπως; ἔσθ' ὅστις ταῦτα ὁμολογῶν ὑπομεινεῖ μὴ θεῶν εἶναι πλήρη πάντα; ARIST. de anima A 5. 411a7 καὶ ἐν τῶι ὀλῶι δὲ τινες αὐτὴν [sc. τὴν ψυχὴν] μεμεῖχθαι φασιν, ὅθεν ἴσως καὶ Θ. ωιθὴ πάντα πλήρη θεῶν εἶναι. ebend. A 2. 405a19 ἔοικε δὲ καὶ Θ. ,ἐξ ὧν ἀπομνημονεύουσι, κινητικόν τι τὴν ψυχὴν ὑπολαβεῖν, εἴπερ τὸν λίθον [Magnetstein] ἔφη ψυχὴν ἔχειν, ὅτι τὸν σίδηρον κινεῖ.