Ancient Greek
2.19.1
Thales, Testimonia 2.19.1
Unproofread scanNot analysed yet
Ἀριστοτέλης [de anima A 2. 405ᵃ 19] δὲ καὶ Ἰππίας [fr. 10 FHG II 62] φασιν αὐτὸν καὶ τοῖς ἀψύχοις μεταδιδόναι ψυχῆς, τεχαιρόμενον ἐκ τῆς λίθου τῆς μαγνητίδος καὶ τοῦ ἠλέκτρου. παρὰ τε Αἰγυπτίων γεωμετρεῖν μαθόντα φησὶ Παμφίλη [fr. 1, 5 FHG III 520] πρῶτον καταγράψαι κύκλον τὸ τρίγωνον ὀρθογώνιον καὶ ὕψαι βόυν. οἱ δὲ Πυθαγόραν φασίν, ὧν ἐστιν Ἀπολλόδωρος ὁ λογιστικός [cf. Diog. VIII 12]. (οὗτος προήγαγεν ἐπὶ πλεῖστον, ἂ φησι Καλλίμαχος ἐν τοῖς Ἰάμβοις [fr. 83 a. II 244 Schneid.] Εὐφορβον εὑρεῖν τὸν Φρύγα οἷον σκαληνὰ [καὶ] τρίγωνα 10 καὶ ὅσα γραμμικῆς ἔχεται θεωρίας.) δοκεῖ δὲ καὶ ἐν τοῖς πολιτικοῖς ἀριστα βεβουλεύσθαι. Κροίσου γοῦν πέμψαντος πρὸς Μιλησίους ἐπὶ συμμαχίαι ἐκώλυσεν· ὅπερ Κύρου κρατήσαντος ἔσωσε τὴν πόλιν. καὶ αὐτὸς δὲ φησιν, ὡς Ἡρακλείδης [Ponticus fr. 47 Voss.] ἱστορεῖ, μονὴρη αὐτὸν γεγονέναι καὶ ἰδιαστήν. ἔνιοι δὲ καὶ 26 15 γῆμαι αὐτὸν καὶ Κύβισθον υἱὸν σχεῖν· οἱ δὲ ἀγαμον μεῖναι, τῆς δὲ ἀδελφῆς τὸν υἱὸν θεσθαι. ὅτε καὶ ἐρωτηθέντα διὰ τί οὐ τεκνοποιεῖ, διὰ φιλοτεχνίαν εἰπεῖν. καὶ λέγουσιν ὅτι τῆς μητρὸς ἀναγκαζούσης αὐτὸν γῆμαι ἔλεγεν ‘οὐδέπω καιρός’, εἶτα ἐπειδὴ παρήλθσεν ἡγκειμένης εἰπεῖν ‘οὐκέτι καιρός’. φησὶν δὲ καὶ Ἰσρώνυμος ὁ Ῥόδιος ἐν τῷ δευτέρῳ Τῶν σποράδην ὑπομνημάτων [fr. 8 Hiller], ὅτι βουλόμενος δεῖξαι φαιδίων εἶναι πλουτεῖν, φορὰς ἐλαίων 20 μελλούσης ἐσεσθαι, προνοήσας ἐμισθώσατο τὰ ἐλαιοῦργεῖα καὶ πάμπλειστα συνέλεξε χρήματα.