Ancient Greek
2.19.3
Thales, Testimonia 2.19.3
Unproofread scanNot analysed yet
οὐδεὶς δὲ αὐτοῦ καθηγήσατο, πλὴν ὅτι εἰς Αἴγυπτον ἐλθὼν τοῖς ἱερεῦσι συνδιέτριψεν. ὁ δὲ Ἰσρώνυμος [fr. 21 Hiller] καὶ ἐκμετρήσαι φησιν αὐτὸν τὰς πυραμίδας, ἐκ τῆς σκιάς παρατηρήσαντα 30 ὅτε ἡμῖν ἴσομεγέθης ἐστίν. συνεβίω δὲ καὶ Ὡρασιβούλῳ τῷ Μιλησίων τυράννῳ, καθά φησι Μινῦς [FHG II 335, 3]. τὰ δὲ περὶ τὸν τρίποδα φανερὰ τὸν εὑρεθέντα ὑπὸ τῶν ἀλιέων καὶ διαπεμφθέντα τοῖς σοφοῖς ὑπὸ τοῦ δήμου τῶν Μιλησίων. φασὶ γὰρ 28 Ἰωνικοὺς τινὰς νεανίσκους βόλον ἀγοράσαι παρὰ Μιλησίων ἀλιέων. 35 ἀνασπασθέντος δὲ τοῦ τριπόδος ἀμφισβήτησις ἦν, ἕως οἱ Μιλήσιοι ἐπεμψαν εἰς Δελφοὺς· καὶ ὁ θεὸς ἔχρησεν οὕτως·