Ancient Greek
2.20.1
Thales, Testimonia 2.20.1
Unproofread scanNot analysed yet
ταῦτα δὴ ὁ Καλλίμαχος ἐν τοῖς Ἰάμβοις ἄλλως ἱστορεῖ, παρὰ Μαϊανδρίου [fr. 3, FHG II 335] λαβὼν τοῦ Μιλησίου. Βαθυκλέα γὰρ τινὰ Ἀρχάδα φιάλην καταλιπεῖν καὶ ἐπισχῶσαι δοῦναι τῶν σοφῶν ὀνητοῖσι [fehlt Schneid. ,vgl. fr. 95, Π 260]. ἐδόθη δὲ Θαλῇ καὶ 5 κατὰ περίοδον πάλιν Θαλῇ· ὁ δὲ τῷ Λιδυμεί Ἀπόλλωνι ἀπέ-29 στείλεν εἰπὼν οὕτω κατὰ τὸν Καλλίμαχον [fr. 95, Π 260 Schn.] . Θαλῆς με τῷ μεδεύοντι Νείλῳ δήμου δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον. τὸ δὲ πεζὸν οὕτως ἔχει· Θαλῆς Ἐξαμύνου Μιλήσιος Ἀπόλλωνι 10 Δελφινίῳ Ἑλλήνων ἀριστεῖον δὶς λαβών. ὁ δὲ περιενεγκὼν τὴν φιάλην τοῦ Βαθυκλέους παῖς Θυρίων ἐκαλεῖτο, καθά φησιν Ἑλενσις ἐν τῷ Περὶ Ἀχιλλέως [FHG II 336, 3] καὶ Ἀλέξων ὁ Μύνδιος ἐν ἐνάτῳ Μυθικῶν. Εὔδοξος δ’ ὁ Κνίδιος καὶ Εὐάνθης ὁ Μιλήσιος [FHG III 2*] 15 φασὶ τῶν Κροίσου τινὰ φίλων λαβεῖν παρὰ τοῦ βασιλέως ποτήριον χρυσοῦν, ὅπως δῷ τῷ σοφωτάτῳ τῶν Ἑλλήνων· τὸν δὲ δοῦναι Θαλῇ, καὶ περιελθεῖν εἰς Χίλωνα. ὃν πυθάνεσθαι τοῦ Πυθίου 30 τίς αὐτοῦ σοφώτερος· καὶ τὸν ἀνεῖπεῖν Μύσωνα, περὶ οὗ λέξομεν. (τοῦτον οἱ περὶ τὸν Εὔδοξον ἀντὶ Κλεοβούλου τιθέασιν, Πλάτων 20 δ’ ἀντὶ Περίανδρου.) περὶ αὐτοῦ δὴ τάδε ἀνείπεν ὁ Πύθιος· Οἰταῖόν τινὰ φημὶ Μύσων’ ἐνὶ Χρὺ γενέσθαι σοὺ μᾶλλον πραιπίδεσσιν ἀρηρότα πενκαλίμνησιν. ὁ δὲ ἐρωτήσας ἦν Ἀνάχαρσις. Λαῖμαχος δ’ ὁ Πλατωνικός [fr. 6, FHG II 442] καὶ Κλέαρχος [fr. 44c, FHG II 317] φιάλην ἀποστα- 25 λῆναι ὑπὸ Κροίσου Πυτταχῶι καὶ οὕτω περιενεχθῆναι. Ἄνδρων δ’ ἐν τῷ Τρίποδι [fr. 1, FHG II 347] Ἀργείους ἀθλον ἀρετῆς τῷι σοφωτάτῳ τῶν Ἑλλήνων τρίποδα θεῖναι· χρῆσθαι δὲ Ἀριστόδημον Σπαρτιάτην, ὃν παραχωρῆσαι Χίλωνι. μέμνηται 31 τοῦ Ἀριστοδήμου καὶ Ἄλκαῖος [fr. 49 Bergk] οὕτως· 30 ὡς γὰρ δὴ ποτ’ Ἀριστόδαμόν φασ’ οὐχ ἀπάλαμνον ἐν Σπάρ- [ται λόγον εἰπεῖν· χρήματ’ ἀνήρ, πενιχρὸς δ’ οὐδεὶς πέλετ’ ἐσλός. ἔνιοι δὲ φασιν ὑπὸ Περίανδρου Θρασύβουλῳι τῷι Μιλησίῳι τυράννῳι πλοῖον ἐμφορτον ἀποσταλῆναι· τοῦ δὲ περὶ τὴν Κῶιαν θά- 35 λασσαν ναυαγήσαντος, ὕστερον εὑρεθῆναι πρὸς τινων ἀλιέων τὸν τρίποδα. Φανόδικος [fr. 4, FHG IV 473] δὲ περὶ τὴν Ἀθηναίων θάλασσαν εὑρεθῆναι καὶ ἀνενεχθέντα εἰς ἄστυ γενομένης ἐκκλησίας 32 Βιαντὶ πεμφθῆναι· διὰ τί δέ, ἐν τῷι περὶ Βιαντοῦ λέξομεν. ἄλλοι φασὶν ἡφαιστότευκτον εἶναι αὐτὸν καὶ δοθῆναι πρὸς 40 τοῦ θεοῦ Πέλοπι γαμοῦντι· αὐθίς τε εἰς Μενέλαον ἐλθεῖν καὶ σὺν