Ancient Greek
2.30.4
Thales, Testimonia 2.30.4
Unproofread scanNot analysed yet
24. PLATO Protag. 343 A τούτων [sc. τῶν φιλοσόφως λακωνιζόντων] ἦν καὶ Θαλῆς ὁ Μιλήσιος καὶ Πιττακὸς ὁ Μυτιληναῖος καὶ Βίας ὁ Πριηνεὺς καὶ Σόλων ὁ ἡμέτερος καὶ Κλέοβουλος ὁ Λίνδιος καὶ Μύσων ὁ Χρηνεὺς καὶ ἕβδομος ἐν τούτοις ἐλέγετο Λακεδαιμόνιος Χίλων· οὗτοι πάντες ζηλωταὶ καὶ ἐρασταὶ καὶ μαθηταὶ ἦσαν τῆς Λακεδαιμονίων πολιτείας· καὶ καταμάθοι ἂν τις αὐτῶν τὴν σοφίαν τοιαύτην οὖσαν ὥματα βραχέα ἀξιουμηνόμεντα ἑκάστῳ εἰρημέν᾽ ἄ οὗτοι καὶ κοινῇ ἑνεληδόντες ἀπαρχὴν τῆς σοφίας ἀνέθεσαν τῷ Ἀπόλλωνι εἰς τὸν νεὼν τὸν ἐν Δελφοῖς, γράψαντες ταῦτα, ἃ δὴ πάντες ὑμνοῦσι· Γνῶθι σαυτὸν καὶ Μηδὲν ἄγαν. τοῦ δὲ ἕνεκα ταῦτα λέγω; ὅτι οὕτος ὁ τρόπος ἦν τῶν παλαιῶν τῆς φιλοσοφίας, βραχυλογία τις Λακωνική.