Ancient Greek
2.30.6
Thales, Testimonia 2.30.6
Unproofread scanNot analysed yet
DIOG. 23 [vgl. S. 3, 11] κατὰ τινὰς μὲν σύγγραμμα κατέλιπεν οὐδέν· ἡ γὰρ εἰς αὐτὸν ἀναφερομένη Ναυτικὴ ἀστρολογία Φώκου λέγεται εἶναι τοῦ Σαμίου. Καλλίμαχος δ᾽ αὐτὸν οὐδὲν εὑρετὴν τῆς ἀρχοῦ τῆς μικρᾶς λέγων ἐν τοῖς Ἰάμβοις οὕτως· ‘καὶ τῆς ἀμάξης ἐλέγετο σταθμῆσθαι τοὺς ἀστερισμοὺς ἢ με πλέουσι Φοινῖκες’. SIMPL. phys. 23, 29 Θ. δὲ πρῶτος παραδέδοται τὴν περὶ φύσεως ἱστορίαν τοῖς Ἕλλησιν ἐκφρῆναι, πολλῶν μὲν καὶ ἄλλων προγεγονότων, ὡς καὶ τῷ Θεοφράτῳ [Phys. dox. 1, D. 475] δοκεῖ, αὐτὸς δὲ πολὺ διενεγκὼν ἐκείνων ὡς ἀποκρύψαι πάντας τοὺς πρὸ αὐτοῦ. λέγεται δὲ ἐν γραφαῖς μηδὲν καταλιπεῖν πλὴν τῆς καλουμένης Ναυτικῆς ἀστρολογίας. SUD. [cf. A 2 S. 9] ἔγραφε περὶ μετεώρων ἐν ἑπτέσι. Plut. Pyth. or. 18. 402 E πρότερον μὲν ἐν ποιή-