Ancient Greek
527.2
Theagenes, Testimonia 527.2
Unproofread scanNot analysed yet
2. SCHOL. HOM. Β zu Υ 67 [Porphyri. I 240, 14 Schrad.] τοῦ ἀσυμφόρου μὲν ὁ περὶ θεῶν ἔχειται καθόλου λόγος, ὁμοίως δὲ καὶ τοῦ ἀπρεποῦς· οὐ γὰρ πρέποντας τοὺς ὑπὲρ τῶν θεῶν μύθους φησίν. πρὸς δὲ τὴν τοιαύτην κατηγορίαν οἱ μὲν ἀπὸ τῆς λέξεως ἐπιλύουσι, ἀλληγορίαι πάντα εἴρησθαι νομί- 10 ζοντες ὑπὲρ τῆς τῶν στοιχείων φύσεως, οἷον ταῖς ἐναντιώσεσι τῶν θεῶν. καὶ γὰρ φασὶ τὸ ξηρὸν τῷ ὑγρῷ καὶ τὸ θερμὸν τῷ ψυχρῷ μάχεσθαι καὶ τὸ κοῦφον τῷ βαρεῖ. ἐτὶ δὲ τὸ μὲν ὕδωρ σθεστικὸν εἶναι τοῦ πυρός, τὸ δὲ πῦρ ξηραντικὸν τοῦ ὕδατος. ὁμοίως δὲ καὶ πᾶσι τοῖς στοιχείοις, ἐξ ὧν τὸ πᾶν συνέστηκεν, ὑπάρχειν ἐναντίων, καὶ κατὰ μέρος μὲν ἐπιδέχεσθαι φθορὰν 15 ἅπας, τὰ πάντα δὲ μένειν αἰωνίως. μάχας δὲ διατιθέσθαι αὐτόν, διονομάζοντα τὸ μὲν πῦρ Ἀπόλλωνα καὶ Ἥλιον καὶ Ἥφαιστον, τὸ δὲ ὕδωρ Ποσειδῶνα καὶ Σκάμανδρον, τὴν δ’ αὐ σελήνην Ἄρτεμιν, τὸν ἀέρα δὲ Ἥραν καὶ τὰ λοιπά. ὁμοίως ἐσθ’ ὅτε καὶ ταῖς διαθέσει ὀνόματα θεῶν τιθέναι, τῇ μὲν φρονήσει τὴν Ἀθηνᾶν, τῇ δ’ ἀφροσύνη τὸν Ἄρεα, τῇ δ’ ἐπιθυμίᾳ τὴν Ἀφροδίτην, τῷ 20 λόγῳ δὲ τὸν Ἑρμῆν, καὶ προσοικειοῦσι τούτοις· οὕτως μὲν οὖν τρόπος ἀπολογίας ἀρχαῖος ὧν πᾶν καὶ ἀπὸ Θεαγένους τοῦ Ῥηγίλου, ὃς πρῶτος ἔγραψε περὶ Ὁμήρου, τοιοῦτός ἐστιν ἀπὸ τῆς λέξεως. Vgl. SUID. Ἐκάτειον.