Ancient Greek
127.1.1 to 127.1.19
Theages, Fragmenta 127.1.1-19
Unproofread scanNot analysed yet
ἐκκων μὲν ὁ λογικὸς ἐπικρατῆ τῶν ἀλόγων μερῶν τῆς ψυχῆς, τόκα δὲ γίνεται καρτερία καὶ ἐγκράτεια, καρτερία μὲν ἐν τῇ κατοχῇ τῶν πόνων, ἐγκράτεια δὲ ἐν τῇ κατοχῇ τῶν ἡδονῶν. ὁκκων δὲ τὰ φίλογα μέρη τῆς ψυχῆς ἐπικρατῆ τῷ λογικῷ, τόκα δὲ γίνεται μαλακία καὶ ἀκρασία· μαλακία μὲν ἐν τῷ φεύγειν τοὺς πόνους, ἀκρασία δὲ ἐν τῷ νικᾶσθαι ὑπὸ τῶν ἡδονῶν. ὁκκων δὲ τὸ μὲν κρέσσον ἀρχὴ μέρος τῆς ψυχῆς τὸ δὲ χεῖρον ἀρχεται, καὶ τὸ μὲν ἀγῆται τὸ δ' ἐπηται, ἀμφότερα δὲ συνειδοχὴ τε ᵇ καὶ συνομολογήται ἀλλήλοις, τόκα δὲ γίνεται ἀρετὰ καὶ παναγαθία περὶ ὅλαιν τὰν ψυχάν. καὶ ὁκκων μὲν τὸ ἐπιθυμητικὸν ἐπηται μέρος τῆς ψυχῆς τῷ λογιστικῷ, γίνεται σωφροσύνα· ὁκκων δὲ τὸ θυμοειδὲς, ἀνδρεία τας· ὁκκων δὲ τὰ μέρη πάντα, δικαιοσύνας. αὐτὰ γὰρ ἐντὶν ὁ διέργουσα τὰς τε καχίας πάσας τὰς ψυχῆς καὶ τὰς ἀρετὰς ἀπ' ἀλλήλων. Καὶ ἐντὶν ὁ δικαιοσύνας ὅσον σύστημα τι τῆς ἀρμογῆς τῶν μερῶν τῆς ψυχῆς· καὶ ἀρετὰ τελεία καὶ πανυπερτάταν· πάντα γὰρ ἐν ταύτῃ, τὰ δ' ἀλλ' ἀγαθὰ τῆς ψυχῆς οὐκ ἀτέρπε ταύτας. διόπερ καὶ ἐν θεοῖς μέγα κράτος ἔχει ὁ δικαιοσύνας καὶ ἐν ἀνθρώποις· τῷ γὰρ ὅλῳ καὶ τῷ παντὸς ἀδ' ἀρετὰ συνέχει τὰν κοινωνίαν καὶ τὰν ἐν θεοῖς καὶ τὰν ἐν ἀνθρώποις. Θέμεν γε δὴ φασίζεται παρὰ τοῖς οὐρανίοις θεοῖς, δίκαι δὲ παρὰ τοῖς χθονίοις, νόμος δὲ παρὰ τοῖς ἀνθρώποις, ταῦτα δ' ἐντὶ σμμεῖα καὶ σύμβολα τῷ τὰν δικαιοσύνας πανυπερτάταν ἀρετὰν ὑπάρχειν. Καὶ ἄλλως δὲ πιστοῦται ὁ λόγος ἐξ ὀνομάτων· ὁκκα μὲν γὰρ ὁ νόος τῆς ψυχῆς ἀμβλακίσκη, ὀνομάζεται αὐ ταῦτὰς διαθέσεις ἀφροσύνα· ὁκκα δὲ ὁ θυμός, θρασύτης ἡ δειλία· ὁκκα δὲ ἐπιθυμία, ἀκρασία· καὶ ὁκκα μὲν ἐπὶ τὸ μῆν ἀμβλακίσκη ὁ νόος, ἀφροσύνα, ὁκκα δ' ἐπὶ τὸ μέζον, πανουργία·