Ancient Greek
128.1.1 to 128.1.12
Theages, Fragmenta 128.1.1-12
Unproofread scanNot analysed yet
σῶτατες μέν, ὅτι ἐντὸς τῆς ὑπερβολᾶς καὶ τῆς ἐλλεί-ψιος πίπτουσι· ἀκρότατες δέ, ὅτι οὔτε προσθέσιος οὔτ'ἀφαίρεσιος δέονται· αὐτὰ γὰρ ἐντὶ ταῦτα, ἃ δεῖ αὐτὰ ἡμεν. Ἐπεὶ δὲ ἀ τῶν ἠθῶν ἀρεταὶ περὶ πάθη, τῶν δὲ πα-θῶν ἄδυνα καὶ λύπαι ὑπέρτατα, φανερὸν ὅτι οὐκ ἐν τῷὑπεξελέσθαι τὰ πάθη τῆς ψυχῆς, ἄδυναν καὶ λύπαν,ἡ ἀρετὰ πέπτωκεν, ἀλλ' ἐν τῷ ταῦτα συναρμόζεσθαι. οὐδὲ γὰρ ὑγίεια, εὐκρασία τις ἕκαστα τῶν τοῦ σώματοςδυναμιῶν °,ἐν τῷ ὑπεξελέσθαι τὸ ψυχρόν καὶ τὸ θερμόνκαὶ τὸ ὕγρον καὶ τὸ ξηρόν, πέπτωκεν, ἀλλ' ἐν τῷ ταῦτασυγκερασθῆμεν· ἐντὶ γὰρ οἷον συμμετρία τις τούτωνοὐδ' ἐν τῇ μουσικῇ ἐν τῷ ὑπεξελέσθαι τὸ ὀξὺ καὶ τὸ βαρὺ τὸ σύμφωνον πέπτωκεν, ἀλλ' ἐν τῷ ταῦτα πωςσυναρμόζεσθαι. συναρμοσμένων γὰρ ἑ τῷ ὀξέος καὶ τῷ βαρέος τὸ μὲν σύμφωνον ἐναπολαμβάνεται, τὸ δὲ διάφωνον ἐκκροῦεται· συναρμοσμένων δὲ καὶ τῷ θερμῷκαὶ τῷ ψυχρῷ καὶ τῷ ὑγρῷ καὶ τῷ ξηρῷ ἡ μὲν ὑγίειαγίνεται, ἡ δὲ νόσος ἀπόλλυται· συναρμοσμένων δὲ καὶ τῷ θυμῷ καὶ τῆς ἐπιθυμίας ταὶ μὲν κακίαι καὶ τὰ πάθη ἐξαιρέονται, ταὶ δ' ἀρεταὶ καὶ τὰ ἠθῆ ἐγγίνον-ται. Ἰδιαίτατον δὲ τῶν τῶν ἠθῶν ἀρετῶν ἡ προαίρεσιςἡ ἐν τοῖς καλοῖς. λόγῳ γὰρ καὶ δυνάμει β συγγχερέσθαιδυνατὸν καὶ ἄνευ ἀρετῶν, προαιρέσει δὲ οὐ δυνατὸν τὸ γὰρ ἀξίωμα τῷ ἠθῶν ἡ προαίρεσις σαμαίνει. Διὸ καὶ μετὰ βίας μὲν ἐπικρατῶν ὁ λογισμὸς θυμῷ καὶ ἐπιθυμίαις ἐγκράτειαν καὶ καρτερίαν ἐμποιεῖ, μετὰ βίας δὲ πάλιν ἐκδισθεὶς αὐτὸς ὑπὸ τοῦ ἀλόγου ἀκρασίανκαὶ μαλακίαν. Ταὶ δὲ τοιαῦται διαθέσεις τῆς ψυχῆςἡμιτελεῖς μὲν ἀρεταί, ἡμιτελεῖς δὲ κακίαι τυγχάνουσι. ὁ μὲν γὰρ λογισμὸς δυναίνει, τὰ δὲ ἄλογα μέρη τῆςψυχῆς νοσεῖ. καὶ καθὸ μὲν ἄρχεται καὶ ἄγεται ὁθυμὸς καὶ ἡ ἐπιθυμία ὑπὸ τοῦ λόγου ἔχοντος μέροςτῆς ψυχῆς, ἡ ἐγκράτεια καὶ ἡ καρτερία ἀρεταὶ τυγχά-νουσι, καθὸ δὲ μετὰ βίας ἀλλ' οὐχ ἑκουσίως τοῦτοπράσσουσι, κακίαι τυγχάνουσι·