Ancient Greek
223.8 to 223.10
Theano, Fragmenta 223.8-10
Unproofread scanNot analysed yet
2. Θεανῷ ἡ Πυθαγόρειος ἐρωτηθεῖσα πῶς ἐνδοξὸς ἔσται, ἔφη· «ἰστὸν ἐποιχομένη καὶ ἐμὸν λέχος ἀντιώσασα. »3. Ἡ Θεανὼ παρέχων τὴν χεῖρα περιβαλλομένη τὸ ἱμάτιον· εἰπόντος δὲ τινὸς «καλὸς ὁ πῆχυς »,«Ἄλλ’ οὐ δημόσιος »ἔφη. Δεῖ δὲ μὴ μόνον τὸν πῆχυν, ἀλλὰ μηδὲ τὸν λόγον δημόσιον εἶναι τῆς σώφρονος, καὶ τὴν φωνήν, ὡς ἀπογύμνωσιν αἰδεῖσθαι καὶ φυλάττεσθαι 4. Θεανῷ ἐρωτηθεῖσα ποταία γυνὴ ἀπ’ ἀνδρὸς καθαρῆσι, «ἀπὸ μὲν τοῦ ἰδίου »εἶπε «παραχρήμα, ἀπὸ δὲ τοῦ ἀλλοτρίου οὐδέποτε. »