Ancient Greek
102.4
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 102.4
Unproofread scanNot analysed yet
Δεξάμενος δὲ ὑπὸ ἀνάγκης ὁλόκληρον εὐθὺς τὴν ἀρχὴν ἀναιμάκτον ἐτήρησας μᾶλλον τῶν ἐκ γένους παραλαβόντων. αἴτιον δέ, ὅτι μήτε δύσονυν τινὰ ὑπελήφης μήτε ἐδεδίεις ὡς ἀξιώτερον, καὶ δυσὶν ἀποφάσεων Πλάτωνος σὺ τὴν ἑτέραν ἐβεβαιώσω, τότε ἀστασιάστους εἶναι τὰς ἀρχάς, ὅταν ἀρχωσιν οἱ πρέποντες μὲν τῇ ἀρχῇ, ἥκιστα δὲ προθυμούμενοι. μεταστάς γὰρ ἐκ τάξεως οὐ λίαν πρώτης εἰς τὴν ἀπασῶν ὑψηλοτάτην οὔτε ἐξελάθου τῶν ὁμοτίμων οὔτε ἐβασκηνας τοῖς τριχωτά προτεταγμένοις οὔτε ὑπερεῖδες τῶν καὶ πρότερον ἀπολελειμμένων, ἀλλ' ὑπερβάς τῇ τύχῃ τοσοῦτον ἅπαντας ἐμμεμένηκας τῇ πρὸς ἅπαντας προαιρέσει, ὥσπερ ἀκριβῶς ἔγνωκας ὅτι τὴν βασιλείαν ἀρετῆς ὑπεροχὴν νομιστέον, οὐκ εὐτυχίας, καὶ τὸν Ὑστάσπου Δαρεῖον μικρὸν ἀπέστηκας εἰς μεγαλοπρέπειαν ἀμοιβῆς.