Ancient Greek
104.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 104.1
Unproofread scanNot analysed yet
V. ΕΙΣ ΙΟΒΙΑΝΟΝ. τῆς θεραπείας ἐξῆφε τῆς ἐν ἑκάστῳ βουλήσεως. ὁ δὲ προσάγων ἀνάγκην ἀφαιρεῖται τὴν ἐξουσίαν, ἣν ὁ Θεὸς συνῆρρησε. καὶ διὰ τοῦτο οἱ μὲν Χέοπος νόμοι καὶ οἱ Καμβύσου μόγις τοῖς θεμένοις αὐτοὺς συνῃτήρεσαν, ὁ δὲ τοῦ Θεοῦ καὶ ὁ σὸς νόμος ἀκίνητος μένει τὸν πάντα αἰῶνα, ἀπολελύσθαι τὴν ἑκάστου ψυχὴν πρὸς ἣν οἴεται ὁδὸν εὐσεβείας. καὶ τοῦτον οὐ χρημάτων ἀφαίρεσις, οὐ σπόλοπες, οὐ πυρακτὰ τὸν νόμον πώποτε ἠθέαστο, ἀλλὰ τὸ μὲν σῶμα ἀξεῖς καὶ ἀποκτενεῖς, ἂν οὕτω τύχῃ, ψυχὴ δὲ οὐχὴσεται, ἐλευθέραν μετὰ τοῦ νόμου συμπεριφέρουσα τὴν γνώμην, εἰ καὶ τὴν γλῶτταν ἐκβιασθείη.