Ancient Greek
106.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 106.3
Unproofread scanNot analysed yet
Ἀγασθαι μὲν οὖν καὶ τοῖς ἄλλοις τοῦ νόμου προσήκει τὸν θεότατον αὐτοκράτορα, μάλιστα δὲ οἷς οὐκ ἐφήσιν μόνον τὴν ἐλευθερίαν, ἀλλὰ καὶ τοὺς θεσμοὺς ἐξηγεῖται οὐ φαυλότερον Ἐμπεδοκλέους, οὗ μὰ Δία ἐκείνου τοῦ παλαιοῦ· οἷδε γὰρ ἀκριβῶς ὅτι τῶν ἀνθρωπίνων ἀγαθῶν ἑκάστῳ ἀπάτη καὶ φρεναγμοὸς παραπέπτηγε καὶ ὑποδύεται μεγαλοπρέπειαν μαγγανεία καὶ εὐσέβειαν ἀγυρτεία, καὶ διὰ τοῦτο τὰς μὲν προάγει, τὰς δὲ κωλύει, καὶ ἱερὰ ἀνολύων ἀποκλείει μαγγανευτήρια, καὶ θυσίας ἐννόμους ἀφίει οὐ δίδωσιν ἄδειαν τοῖς γοητεύουσι, ἀντίκρυ τὰ αὐτὰ νομοθετῶν Πλάτωνι τῷ Ἀριστίνους· καὶ εἶπον ἂν τὰ ῥήματα ὑμῖν, εἰ μὴ τοῦ καιροῦ μακρότερα ἦν.