Ancient Greek
108.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 108.1
Unproofread scanNot analysed yet
ΦΙΛΑΔΕΛΦΟΙ Η ΠΕΡΙ ΦΙΛΑΝΘΡΩΠΙΑΣ. Οὐδέποτε, ὦ βασιλεῖς, ἀναγκαῖον εἶναι μοι τὴν διάλεκτον τὴν κρατοῦσαν ὑπολαβὼν, ἀλλ’ ἰκανὸν ἀεὶ νομίσας τὴν πάτριον καὶ Ἑλληνικὴν ἀποχρώντως μεταχειρίζεσθαι, ἢν, εἴπερ οἷόν τε ἦν, διημευράμην ἂν τὴν γλῶτταν πρὸς τοὺς ἐκείνης τῆς λέξεως ἐπιστήμονας, ὥστε μὴ δι’ ἀλλοτρίας ὑμῖν φωνῆς συγγενέσθαι. ὅμως δ’ εἰ καὶ τοῦτο ἀμήχανον, ἀλλ’ οὐχ ἐνιαυτοῦ μοι δεῖσει πρὸς ἐμπειρίαν τῶν συνήθων ὑμῖν ῥημάτων, ὥσπερ πάλαι Θεμιστοκλεῖ τῷ Νεοκλέους. ὁ μὲν γὰρ οὐ χρηστὰ νοῶν εἰκότως οὐδένα προηρεῖτο ἐξηγητὴν ὑπὲρ ὧν ἔμελλε τῷ βασιλεῖ διαλέγεσθαι, ἐγὼ δὲ εὐξάμην ἂν ἅπαντας ἀνθρώπους γενέσθαι διακόνους μοι καὶ ἐρμηνίας τοῦ μέλλοντος λόγου· οὕτω πέποιθα μᾶλλον τῇ διανοίᾳ τῶν ῥηθησομένων ἢ τοῖς ὀνόμασι. πάντως δὲ καὶ ὑμῖν κριτῶν τοὺς λόγους, οὐ τὰ ῥήματα ἐξεταζόντας, ἀλλὰ τὴν γνώμην, καὶ μάλιστα γε τοὺς τῶν φιλοσοφεῖν προσποουμένων.