Ancient Greek
111.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 111.1
Unproofread scanNot analysed yet
VI. ΦΙΛΑΔΕΛΦΟΙ. προσφυλῆς ὁ δίχα. τοῦ Θείου γνωρίσματος ἐπεκράμενος τὴν ἀλουργίδα. ὥστε τοῦτ' ἂν εἴη τὸ γνώρισμα ἐπιδεικτικόν, ἐπεὶ τὰ γε ἀνθρώπινα ἐφ' ὑμῶν καὶ λίαν ἐξω 74 ἀκοῦ εἰωθότος. ἢ τε γὰρ παρὰ τοῦ πλήθους ἀνάρρησις τὸ ἔντιμον ἔχει ἢ τε παρ' ἑνὸς τοῦ κρατοῦντος ἄραφω ταῦτα ἐφ' ὑμῶν συνδεδράμῃκε. καὶ νικᾷ τῷ πλήθει μὲν ἄτερος, τῷ κρατοῦντι δὲ αὐ, μᾶλλον δὲ καὶ τῷ πλήθει ψῆφος εἰς σὲ περιῆλθεν. ὃν γὰρ ἅπαντες ἄνθρωποι προεσθῆσαντο, οὗτος σὲ κοινωνὸν ἐποιήσατο, καὶ δεῖγμα ἐξήνεγκεν ἀκριβῶς τοῦ προσηκόντως αὐτὸς βληθῆναι, τὸ μεταδοῦναι τῷ πάντα ὁμοίῳ σοι.