Ancient Greek
115.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 115.1
Unproofread scanNot analysed yet
VI. ΦΙΛΑΔΕΛΦΟΙ. οἱ ποιηταὶ τοὺς Πριαμίδας, ἀλλ’ ὅσοις ἔνεστιν ὁ χαρακτῆρ ὁ πατρῴος ἢ τοῦ λόγου κοινωνία καὶ ἡ τοῦ αἵματος πρὸς τὸν λόγον εὐαρμοστία, οὕτοι πάντες ὁμόσποροι καὶ ἀντάδελφοί ἡμῖν τε καὶ ἀλλήλοις. ἰδοὺ τί γνώρισμα ἐπισκέψασθε, εἰ μὴ δωρεῶν καὶ δακτυλίων ἱεργυρώτερον. ἢ τοῖς Πελοπίδαις μὲν ἐξοχεῖ καὶ μάρτυν τι περὶ τὸν αἷμα ἐξεκασμένον ἐλέφαντι πρὸς ἀπόδειξιν τῆς συγγενείας, ὑμῖν δὲ ἅπαν τὸ σῶμα αὐχ ἐξακίζει δεῖξαι ἕκαστον σπορέα καὶ ἀρχηγέτην· καὶ τοῦ πρὸς αὐτὸν σῶματος ἐναργεστέρα ἡ κατὰ ψυχὴν συγγένεια καὶ ὁμοιότης, ὅταν ὡς πέφυχε διασωῆται· περὶ ἀρετῆς ἅπαντες ἀμφισβητοῦμεν, κακίαν ὁμολογεῖν αἰσχυνόμεθα, μονωθέντες οὐ κατεροῦμεν, ἐπιθυμοῦμεθα ἀλλήλους ἐν τοῖς θορύβοις, ἀπαραχλητοὶ συντρέχομεν εἰς τοὺς κινδύνους, μία τροφὸς ἡμᾶς τείννεται, κοινὴν κειτήμεθα πατρῴαν οὐσίαν, τὴν γῆν καὶ τὴν θάλατταν καὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ, καὶ δὴ καὶ φυτὰ καὶ ζῷα, καὶ τὰ μὲν διενεμάμεθα πρὸς ἀλλήλους, τὰ δὲ ἔτι καὶ νῦν ἀνέμητα ἡμῖν τῶν κτημάτων. ἐμὲ τἆλλα· μόνου τῶν ἐπὶ γῆς τικτομένων αἰσθανόμεθα τοῦ πατρὸς ἢ σαφέστερον ἢ ἀμυδρότερον. καὶ γὰρ εἰ τὰ ἐφ’ ἡμῶν διεστήκαμεν, ἀλλ’ εἰς ἐκεῖνον γε ἅπαντες ἐπεριδόμεθα.