Ancient Greek
129.4
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 129.4
Unproofread scanNot analysed yet
ἀλλ’ ἄχρι τῶν ἐσχάτων ἐγκαρτερήσαντα, παρεθὲντα τε ὑπὸ πλήθους τραυμάτων, ζῶντα λαβὼν ἤρετο εὐθὺς ἐν τῷ μέσῳ· πῶς σοι, ὦ Πῶρε, χρήσομαι; ἀποκριναμένου δὲ ὅτι βασιλικῶς, αὐθὶς ἤρετο, πῶς καὶ ἕτερος; τοῦ δὲ φήσαντος ἐν τῷ βασιλικῶς πάντα εἶναι, οὐχ ἧττον 89 αἰγάσθη τὸν ἄνδρα τῆς ἀποκρίσεως ἢ τῶν τραυμάτων, γνοὺς ὅτι πάντα ἔνεστιν ἀτεχνῶς ἐν τῷ βασιλικῶς ὧν ἐδεῖτο. ἐδεῖτο δὲ τοῦ φιλανθρώπως, αἰδημόνως, πρᾴως, μελιχίως μέναι πρὸς τὴν παροῦσαν εὐτυχίαν, ἀνεπιφθόνως, μαννημένου μάλιστα πρὸ πάντων τῆς περὶ τὴν τύχην ἀπίστου ῥοπῆς. ταῦτα γὰρ ἅπαντα δι’ ἑνὸς τούτου ῥήματος συλλαβὼν ὁ μὲν Πῶρος ᾔτησεν, ὁ δὲ Ἀλέξανδρος ἔπραξε, καὶ οὐκ ἠργήσατο· οὐδὲ γὰρ οἷός τε ἦν. βασιλέα γὰρ ἀξιοῦνται εἶναι πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων, ἔπειτα ἐξαρνεῖσθαι πρᾶξαι γε βασιλικῶς, αἰσχρὸν ἦν καὶ μαχομένου πρὸς τοῦνομα. ἐπεὶ καὶ ἰατροῦ τί ἂν εἴη γελοιώτερον ἀρνοῦμένου τι ποιῆσαι περὶ τὸν ἀρρωστοῦντα ἰατρικῶς, καὶ μουσικοῦ δυσχεραίνοντος πρὸς τὸ μουσικῶς; ἐκάστιον γὰρ, οἶμαι, τεχνί-