Ancient Greek
136.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 136.3
Unproofread scanNot analysed yet
20 Εἰ δὲ τὴν πραότητα ταύτην τριβανίῳ μὲν φησὶ τις προσήκειν, ἀλουργίδι δὲ μή, ἀλλ᾽ ἐγὼ σοι καταριθμήσω καὶ τοὺς ἐνδοξοτάτους τῶν βασιλέων παραπλησίους Σωκράτει γεγεννημένους. Φιλίππῳ τῷ Ἀμύντου κατεῖπέ τις ὀτουδὴ τῶν ταξιαρχῶν ὡς ἀπεχθῶς δια- 25 κειμένου καὶ ῥαδίως κακὸν τι βουλευόντος, εἰ μὴ τάχιστα ἐκποδῶν γένοιτο. τί οὖν ὁ Φίλιππος; οὐχ εὐθὺς ἦξεν ἐπὶ τὸν σίδηρον, ἀλλὰ καὶ παρ᾽ ἡμᾶς, φησὶ τὸ αἴτιον τῆς ἀπεχθείας· ὁ γὰρ ἄνθρω οὐχ ὁ φαυλότατος c τῶν Μακεδόνων. καὶ τὰ τε ἄλλα ἐπιμελεῖται εὐθὺς τοῦ 30 ἀνθρώπου, καὶ προῖκα ἐπιδίδωσι δεομένῳ θυγατρὸς ὥραιας. καὶ μετὰ ταῦτα οὐδεὶς ἦν πιστότερος τῷ βασιλεῖ τῶν πάλαι κεκριμένων ἐπιτηδείων.