Ancient Greek
142.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 142.3
Unproofread scanNot analysed yet
Ἄλλ’ ἰκανῶς ἔχει τῷ νεμεσήσαντι δαιμονίῳ εἰ τί τοι καὶ πρότερον παρεώραται. ἀλλὰ τὰ νῦν γε ἀντι- 15 κρυσ τῆς Σωκράτους μεγαλοψυχίας οὐχ ἥσπασεν τὸν καιρὸν βουλιμῶν, οὐ συμπαρηγύχθη τῇ φορᾷ τοῦ ἀλάστορος, οὐ ῥῆμα ἔφησεν ἀδικουμένου, ἀλλὰ τὴν ὀργὴν τῶν ἐννόμως βασιλευόντων τῆς φιλανθρωπίας c ἀνεκτοτέραν ὑπέλαβε τοῖς τοῖς νόμοις ἐπαναστάντος, 20 ἀλλὰ μᾶλλον εἴλετο διακαρτερεῖν ἐν οἷς ἦν ἢ τὰ παρόντα μεμψάμενος ἀπηλλάχθαι. τοιγαροῦν ἀπαντα ὁ μιαρὸς τὰλλα μεταξινῶν, τὰς ἐκείνου συμφοράς μόνας ἐφύλαξεν ἐπὶ σχήματος. καίτοι εἰ καὶ πᾶν δικαίως καταψηφισθέντα ἠπίστατο, ἀλλ’ ἑτέροις γε ἔδωκεν ἀ- 25 δεῖαν πολλῷ δικαιότερον κατεγνωσμένοις. νῦν δέ, ὡς ἔοικεν, οὐχ ἤνεγκεν ὑπὸ τοῦ μάλιστα παρ’ ὑμῶν πά- d σχειν δοκοῦντος κακῶς παρορώμενος. δίκαιος οὖν ἀπολαῦσαι τῆς σῆς πραότητος ὁ τῆς ἐκείνου μὴ ἐθελήσας καλόν τι διασώσασθαι τὰ ζώπυρα τῆς φιλοσοφίας· 30 σημεῖον γὰρ βασιλέως εὐδαίμονος αὕτη ἡ τέχνη ἐπιδιδοῦσα, καὶ ἀνάγκη ἀρετὴν ἔντιμον εἶναι παρ’ οἷς φι-