Ancient Greek
145.38
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 145.38
Unproofread scanNot analysed yet
τεθνήκασι. Τί οὖν μοι, βούλεσαι τὸ προοίμιον τῶν λόγων χρῆναι καὶ πᾶν ἀνθρώπων ἕκαστον ἑαυτὸν ὅπως ἔχει πρὸς τὴν παροῦσαν πανήγυριν, εἰ μὲν δὴ τὰ ἐνδον αὐτῷ κατηφῆ καὶ συνέσταλται, ἐπικρέχει δὲ ὁ γέλως ἄνωθεν καὶ ἡ εὐφροσύνη καὶ τὸ συνευθυμίσθαι δοκεῖν τοῖς δραμομένοις, κολακεύσων μὲν ἐγὼ πρῶτος εἰς τὰ βασιλεία παρελήλυθα, κολακεύσοντες δὲ ὑμεῖς οἱ τὸν λόγον ἐπαινεσόμενοι. καὶ κροτεῖτε νῦν, ὡς ἔοικεν, ἀπ’ ἄκρων τῶν χειρῶν καὶ ἐκβοᾶτε ἀπ’ ἄκρας τῆς γλώττης, ἢ δὲ ἀφανὴς ψῆφος κατακρίνει τε ἡμῶν καὶ θωπείαν καταψηφίζεται. εἰ δὲ διὰ τοῦ βάθους ἡ πανήγυρις ὑμῖν διήκει καὶ ἑορτάζετε ταῖς καρδίαις, αὕτη ἂν ἡ πολὺν πτος εἴη πενταετηρὶς, αὕτη ἡ ζητουῦσα δεκαετηρίδα, οὕτος δ κύκλος, ὃν πολλάκις ὁμινοῦν ἀνελιχθῆναι τῇ τῆς πεντάδος προσθήκῃ.