Ancient Greek
147.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 147.3
Unproofread scanNot analysed yet
104Ἐγώ, φιλανθρωπότατε αὐτοκράτορ, ταύτη μάλιστα τῶν ἄλλων τεχνῶν φιλοσοφίαν διαφέρειν πεπιστευκώς, ὅτι μὴ κέχρη πρὸς δόξας ἀνθρώπων, μηδὲ τὰς ἀκοὰς ποιεῖται κριτὰς ὧν αὐτῇ πρακτέον ἐστὶν ἢ ῥητέον, ἀλλ’ ὅσα ἂν ὁ λόγος ὑφηγήται συντείνειν αὐτῇ πρὸς τὸ κεφάλαιον, ὃ προεστήσατο. ταῦτα ἐγὼ εἰκότως πρὸς τοὺς ἀρχαίους πατέρας τῆς τέχνης ἐμαυτῷ καὶ νομοθέτας ποιούμενος ἀπανταχοῦ πειρῶμαι τοῖς ἔχεσι τοῖς ἐκείνων ἀκολουθεῖν, ἂν οἷός τε ὦ. φασὶ δὲ ἐκεῖνοι δύο ὁδοὺς εἶναι φιλοσοφίας, τὴν μὲν ἀνθρωπίνην, τὴν δὲ θειοτέραν, δεῖσθαι δὲ ὁμοίως ἀλλήλων καὶ οὔτε τὴν ἀνθρωπίνην ἐξεῖναι βαδίζειν ἄνευ τῆς θείας οὔτε τὴν θείαν ἄνευ τοῦ προκαθήρασθαι τῇ ἀνθρωπίνῃ. μεταλλάττειν οὖν τὰς ὁδοὺς τοὺς ὀρθῶς ὁδοιποροῦντας καὶ μεταβαίνειν ἐκ τῆς ἑτέρας εἰς τὴν ἑτέραν, ὡς ὁ καιρὸς ὑφηγεῖται. τίκτεσθαι γὰρ ἡμᾶς οὐχ ἑαυτοῖς μόνον, ἀλλὰ καὶ πολίταις καὶ φίλοις καὶ ἀπλῶς ἀνθρώποις. ὅταν μὲν οὖν ὁ καιρὸς παραγγέλλη μηδ’ ὁτιοῦν ὄφελος εἶναι προσιόντι τοῖς ἀνθρώποις τῆς κατεχούσης πολιτείας καὶ τῶν ταύτης προεστηκότων, ἀποκλειόντων τὴν ὁδὸν τοῖς φιλοσοφοῦσιν, ὥσπερ τῶν ἀρρωστούντων τοῖς ἰατροῖς, τὴνιχαῦτα δὴ προσήκειν τῶν κοινῶν ἀναγκαίως ἀφισταμένους ἀγαπᾶν