Ancient Greek
151.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 151.3
Unproofread scanNot analysed yet
Πλάτων μὲν οὖν, εἰ καὶ τὰ ἄλλα πάντα θεῖος καὶ αἰδοῖος, ἀλλὰ τούτων γε ἀτεχνῶς ἀποκεινδυνευμένως προήκατο λόγον, ὅτι μὴ πρότερον τὰ κακὰ λήξει τοῖς ἀνθρώποις, πρὶν ἂν ἢ φιλόσοφοι βασιλεύσωσιν ἢ βασιλεῖς φιλοσοφήσωσιν. ἐλήλεκται δὲ ὁ λόγος, καὶ διέδωκεν εὐθύναι τῷ χρόνῳ. ἀγασθαι δὲ ἀξίων Ἀριστοτέλην, ὅτι μικρὸν τὰ Πλάτωνος ῥήματα μεταθεὶς d τὸν λόγον πεποίηκεν ἀληθεστάτερον, φιλοσοφεῖν μὲν τῷ βασιλεῖ, οὐχ ὅπως ἀναγκαῖον εἶναι φράσκων, ἀλλὰ καὶ ἐμποδῶν, τὸ δὲ φιλοσοφοῦσιν ἀληθινῶς ἐντυγχάνειν εὐπειθῆ καὶ εὐήκοον. ἔργων γὰρ ἀγαθῶν τὴν βασιλείαν ἐνέπλησεν, οὐχὶ ῥημάτων. ὥση τοίνυν χρεία τοῖς εἰρημένοις τοῦ προιέναι μὴ ἄνευ λόγου, τοσοῦτον ἀπολεῦσιν προσῆκε τοῦ φιλοσοφοῦντος τὸν βασιλεύοντα. πῶν δὲ ὁμοιον ὡσπερ εἰ τις πρὸς τὸν στέφανον τὸν Ὀλυμπίασιν ἀποχρὴν οἴοιτο τὸ παλαίσματα ἐκ βιβλίου μεμαθηκέναι, χόνεως δὲ μὴ ἀφαιτο μηδὲ ἀληθῶν. ὁ 108 γὰρ τοιούτος ἀγωνιστής, πρὶν ἐπιβῆναι τοῦ σταδίου, γέλωτα ὀφλισκάνει τοῖς θεαταῖς ὡς δὲ ἐκ φύσεως