Ancient Greek
158.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 158.1
Unproofread scanNot analysed yet
VIII. ΠΕΝΤΑΕΤΗΡΙΚΟΣ. ἥν, καὶ βαρύτερον ἀμφοῖν τὸ προσδοκώμενον. ταύτην τὴν κακὴν αὔξησιν καταλαβόντες πρῶτον μὲν ἐστήσατε ἀπροσδοκήτως, καὶ τρεῖς ἐφεξῆς ἐνιαυτοὺς οὐ προῦβη τὸ νόσημα, ὥσπερ αἴωθε, τῷ τετάρτῳ δὲ τὴν ἴσην μοῖραν παραλύσατε τῆς βαρύτητος, καὶ ἀνεγνώσθη γράμματα ἀπιστούμενα, λειτουργήσεις ἐλάττους τόσους καὶ τόσους μιδίμνους καὶ οἶνον κοτύλας, καὶ τὰ λοιπὰ ἐξ ἴσης ἀποδίδοντα τοῦ συνήθους. σὶ λέγεις; ἡνίκα ἐπὶ Σκιῶδες στρατεύει βασιλεύς, ἡνίκα ἐγείρει πόλεμον ἀκρωφρύ, καὶ σιτοῦμενον οὐχ ὡρισμένα, οὐ γὰρ ἀγαπητὸν εἰ μὴ τῇ χρείᾳ καὶ προσοίσωμεν; καὶ γὰρ ἄπιστον, εἰ μὴ τὰς εἰσφορὰς ἢ κατασχούσα ἀνάγκη διπλασιάσει. νῦν δὲ ἐν καιρῷ περιουσίαν αἰτοῦντι δαπάνης εἰς τὴν ἀρχαίαν ἀκρίβειαν ἡμᾶς ἐπανάγεις, καὶ τοῦτο οὐχ ἄκρεμα, ἀλλ’ ἀθρόως, εὖ καὶ πάνυ σαφῶς ἐννοήσας ὅτι τὸ μὲν αὔξειν τὰ δυσχερῆ κατὰ μικρὸν αἰρετώτερον· οὕτως γὰρ ἂν κλίπτοι τὴν αἴσθησιν ἢ τῆς δυσχρείας προσθήκη· τὸ δὲ τῶν χαλεπῶν ὑφαιρεῖν, ὅσπερ ἂν ἀθροώτερον γίνηται, τοσούτῳ μᾶλλον ἐκδηλὸν ἔχει τὴν ἐπὶ τὰ ἀμείνω μεταλλαγὴν. διὰ τοῦτο οἱ μὲν ἀεὶ κατὰ χοίνικα προστιθέντες ἔλαθον ἐν τεσσαράκοντα ἐτίσιον εἰς διπλάσιον τὰς εἰσφορὰς περιιστάντες, σοὶ δέ, εἰ κατὰ γνώμην ἐκβαίνεις τὰ μέτρα τῆς ἐπανόδου, ἐξ ἡμισείας εἰς νέμπα λειτουργήσομεν.