Ancient Greek
161.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 161.3
Unproofread scanNot analysed yet
Ἐκ ταύτης, τοίνυν τῆς φιλεργίας οὐδὲ ἅση τῆς δαπάνης ἢ χρεία ἀγνοεῖς, ἀλλὰ συστῆλλεις ὁσημέραι τὴν μὴ δεούσαν εἶναι, ἵνα τῆς δεούσης εὐπορήσῃ. καὶ νῦν οὐδεὶς τῶν στρατευομένων λεγομένων ψευδῶς τοὔνομα 116 ἀ ἐπιγέγραπται, οὐδὲ ἄχρι τῆς χλαμύδος καὶ τῆς ζώνης στρατιώτης ἐστίν, ἀλλ’ ἢ τὸ ἔργον ἔχει παρασχέσθαι τῆς τάξεως, εἰς ἣν ἑαυτὸν ἔταξεν, ἢ ἀπελήλαται. καὶ τέως μὲν ὀνομάτων ἦν σμικρὸν ἀριθμὸς ἐν τοῖς καταλόγοις, νῦν δὲ ὁ μὲν ὁπλίτης ὡς ὁπλίτης, ὁ δὲ ἱππεὺς τοῦτο ἀληθινῶς, ὁ δὲ ἀκοντιστὴς οὐκ ἄχρι τοῦ προσρήματος. καὶ πρῶν εἶδον ἐγὼ στρατιὰν μᾶλλον χοροῦ παντὸς ἡσχημένην. Ὅμηρος δέ, ὡς ἔοικε, λίαν ἀρχαῖος ἦν, τὸν Μενεσθέα ταθναμακῶς, ἱκανοὺς ὁπλίτας καὶ ἵππους b κοσμῆσαι. οὐ γὰρ ἤδει τῆς σῆς φάλαγγος τὴν εὐρυθμίαν, οὐδὲ τῆς ἵππου τὴν συνήθειαν, οὐδὲ τοὺς ἐνοικεῖν τῷ σιδήρῳ πεπαιδευμένους, οὐδὲ κατεπλάγη ποτὲ τοιαύτην ὄψιν μεθ’ ἡδονῆς. κατεγέλασε δ’ ἂν, οἶμαι, καὶ τῆς μηρίνθου καὶ τῆς πειλιάδος τοὺς φερομένους τοξότας ἑορακώς, οἱ τοῖς ἵπποις ἐπιτρέποντες τὰς ἡνίας ἐπισκοπώτερα βάλλουσι τῶν ἐπὶ γῆς ἐστηκότων.