Ancient Greek
166.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 166.1
Unproofread scanNot analysed yet
VIII. ΠΕΝΤΑΕΤΗΡΙΚΟΣ. Θυραυλίαις; ὃς γε καὶ εὐὴν μίαν ἀγαπᾷ, ἥ συνζύγη, καὶ ταῦτα ἐν ἀκμῇ τῆς ἡλικίας, ἐν ᾗ καὶ τοῖς ἰδιώταις αἱ τῆς φύσεως ὄρμαι δυσκαταγώνιστοι. τοιγαροῦν ἐξ ἱερῶν γάμων καὶ εὐαγῶν καὶ τὸ βλάστημα ἱερώτατον, ὁ ἀγαπητὸς, ὁ πολέευκτος, ὃν ἐγὼ ποιησαίμην Ἀλέξανδρον καὶ θρέμμα αὐθὶς τοιούτον αὐχῆσειν φιλοσοφίας. δίδωσι δέ μοι καὶ οὕτως ἤδη τὰ σάμβαλα τῶν βασιλικῶν γνωρισμάτων, σύννουν πρόσωπον. οὐ γελωτοποιὸς αὐτὸν προσάγεται ἔξω τοῦ μέτρου, οὐ θαυματοποιὸς ἐκπλήττει, ὥσπερ εἰκὸς τὸν μέλλοντα ἐν ταύτῃ εὐφρανεῖσθαι καὶ ἄλλα θαυμάσειν. θεὸς δὲ τὴν εὐχὴν ταύτην ἡμῖν τελειώσειεν.