Ancient Greek
200.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 200.3
Unproofread scanNot analysed yet
Ἄλλ’ οὐχ ἴστησι τοὺς ἀεὶ τοῦ πλείονος ὀρεγομένους πέρας οὐδὲν, οὐδὲ ὄρος οὐδεὶς, οὐδ’ ἂν πέλαγος εἴπης Ἀτλαντικόν. οἷς γὰρ οὐ πέπηγεν ὄρος ἐν τῇ ψυχῇ, οὐδὲ ἐν τῇ γῇ. πολεμοῦσι δὲ τὴν ἑαυτῶν ἐμπιπλάντες ἐπιθυμίαν, οὐ τοῦ κοινῇ συμφέροντος προνοοῦμενοι. ἀλλ’ οὐ βασιλεύς, ἀλλ’ ἄχρι τούτου χαλεπὸς καὶ ἀπαραίτητος ἄχρι ἂν τὸ κοινὸν ὑποσθῶν ἦ, τούτου δὲ αὐτῷ εὖ τιθεμένου τὰ λοιπὰ εἶναι δοκεῖ περιττή