Ancient Greek
208.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 208.1
Unproofread scanNot analysed yet
X ΕΠΙ ΤΗΣ ΕΙΡΗΝΗΣ ἡ τέχνη, τὸν νοῦν παρέχεσθαι χρηστὸν, οὐχὶ τὰ ῥήματα, καὶ σκοπεῖν οὐχ ὅπως ἂν ἥδιστα εἴποι τις τοῖς ἀκούουσι, ἀλλ’ ὅπως ωφελιμώτατα· ὁ σοι μάλιστα ἁρμόζον ὁρῶμεν. πρὸς γὰρ τοὺς πολυκευόντας ὑποπνος ὢν τοῖς νοουμένοις ἄνολον σαυτὸν παρέχεις καὶ χρηροῆθι. Καλλισθένην μὲν γὰρ Ἀλέξανδρος, ὅτι παρῥῆκε τοῖς νομίμοις ἐμμένειν τῶν Μακεδόνων, τὴν παρρησίαν οὐκ ἐνεγκὼν ἀπεσείσατο. σὺ δὲ προσκαλεῖς τοὺς φιλοσόφους, κἂν ἀποκνῶσι, καὶ ὁπόσον σὺ χρόνον παρ’ ἔτους ἐπὶ χώρας μένεις ἀνάγκη χαιμερίζεις μετὰ τῶν λόγων. τοῖς στρατηγοῦσι δὲ οἱ φιλοσοφοῦντες ἐν ἰση τῇ προεδρίᾳ, καὶ συμπλέκεται τὴν καλλίστην πλοχὴν ἡ περὶ σὲ δορυφορία γνώμης ἅμα καὶ δυνάμεως σε ὑπερπενούσης. διὰ γὰρ τοῦτο καὶ τὴν Ἀθηνᾶν ἐκ τῆς κεφαλῆς γεννῶσιν οἱ ποιηταὶ τοῦ Διός, ἐνδεικνύμενοι παλῶς ὅτι προσήκει τῶν βασιλέων μήτε λόγον ἄπρακτον μήτε πρᾶξιν ἄλογον ἐκφροντῶν, ἀλλὰ καὶ τὸν νοῦν ἐνεργὸν εἶναι καὶ γέμειν νοῦ τὸ δραστήριον.