Ancient Greek
209.2
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 209.2
Unproofread scanNot analysed yet
Ἐμοὶ δὲ τοῦτο ἔσται κεφάλαιον τοῦ παρόντος λόγου. οὐ γὰρ οὕτως ἀνήκοός εἰμι Πλάτωνος τοῦ θεσπε- 131a σίου ὥστε τὰ αὐτοῦ μὴ μανθάνειν, ὅτι χολοθὸς καὶ βασιλεὺς, καὶ νομοθέτης, ὃς πολεμεῖν μὲν ἱκανὸς, εἰ- 15 ρήκην δὲ ἄγειν οὐχ οἷός τε. ταύτῃ γάρ, οἶμαι, καὶ Λυκούργου εὐδύνει τὸν Σπαρτιάτην, ὡς συστησάμενον πολιτείαν στρατευομένοις μὲν ἐπιτήδειον, καταθεμένοις δὲ τὰ ὅπλα δυναμταχειρίστον. τοῦτο δὲ ἐστὶ τὸ βέλτιον τῶν μερῶν παρεφραχότος καὶ οὐ χάριν ἕτερον ἀναγ- 20 καίου· πολέμου γὰρ ἄθλον εἰρήνη, καὶ στρατεύονται οἱς ἀνάγκη, οὐχ ἵνα διὰ τέλους στρατεύοιντο, ἀλλ’ ἵνα b ἀσφαλῶς ἡσυχάσωσιν. ὅστις οὖν πρὸς μὴν ἀσχολίαν παιδεύειν ἱκανός, ἀχολὴν δὲ οὐχ οἷός τε διατίθεσθαι, τῆς καλλίονος μοιρας ὀλιγωρεῖ.