Ancient Greek
221.1 to 221.31
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 221.1-31
Unproofread scanNot analysed yet
XI ΔΕΚΕΤΗΡΙΚΟΣ. ἀλλαττόμεναι παντὶ τῷ διδόντι ἀργύριον ἐν τοῖς δημο- σίοις, πωλητηρίοις; Εἰ μὲν δὴ ἅπασαι αἱ τέχναι τῶν λόγων βαναυσοὶ τέ εἰσι καὶ φιλοφειδῆς καὶ φορτικαί, οὐχ ἂν εἴη τῇ ψυχῇ τῇ βασιλίδι κόσμος οἰκεῖος, ἀλλὰ πάντες ὑποδεῖς καὶ ἀνάρμοστοι. εἰ δέ τις καὶ λόγων τέχνη ἔστιν ἀρ- χικὴ τε καὶ ἐλευθέρα καὶ ἔπονται αὐτῇ αἱ λοιπαὶ ὡς- περ βασιλίδι, αἱ μὲν ἐγγυτέρω δορυφοροῦσαι, αἱ δὲ πορρωτέρω, ταύτης ἂν εἴη τοῦτο ἔργον, λέγω δ' ὁ κόσ- μος τῆς βασιλίδος ψυχῆς καὶ θεραπεία. μόνη γὰρ αὐτῇ σῴον τε καὶ ἰδεῖν τὴν ψυχὴν ταύτην καὶ ἐρευνῆ- σαι καὶ μὴ στῆναι ἄχρι τῶν προθύρων καὶ παραπετασ- μάτων, ἀλλ' ἐνδύναι εἰς τὸ βάθος καὶ ἐφικέσθαι τῆς καταγωγῆς, ἐν ᾗ κατασκηνεῖ ὁ ἀληθινὸς βασιλεύς, καὶ οὐκ ἐκπλήττουσιν αὐτὴν οἱ ἔξω δορυφόροι καὶ ῥαβδοφό- ροι οὐδὲ ἡ πολλὴ περὶ τὰ βασιλεία ἡσυχία, ἀλλὰ τὸν εἴσω θρόνον ἐπιζητεῖ καὶ τὰ ἐν τῇ γνώμῃ βασιλεία, καὶ εἰ ἐκεῖ ἔνεστιν ἡσυχία καὶ εἰ ἐκεῖ ἐφαστήκασιν δορυ- φόροι, μὴ ἐῶντες εἰσφοιτᾶν τὸν πολὺν συφρετόν. γένος γὰρ τῇ ἐπιστῆμη ταύτῃ ἔνεστιν, οὐχ ἐνθεν ποθὲν ἀπὸ τῆς γῆς, ἀλλ' ἄνωθεν ἐκ τοῦ οὐρανοῦ καὶ τῆς τοῦ Διὸς ἀρχῆς τοῦ πάντων πατὴρος καὶ βασιλέως· οὐ γέν- νημα ἱερὸν καὶ εἰκῶν ἢ ἐπὶ τῆς γῆς βασιλεία. ἆρα οὖν ἀεὶ περὶ τὸ ἀρχέτυπον τεταμένη αὐτῇ ἢ τέχνη καὶ τὴν εἰκόνα οὐ χαλεπῶς γνωρίζει καὶ ἐξετάζει. εἰκῶν δὲ ἐκεῖ- νον τοῦ ἀρχετύπου οὐχ ὁ τῷ μεγέθει ὑπερέφων οὐδὲ ὁ τῷ κάλλει τοῦ σώματος, ἀλλ' οὐδὲ ὅστις ποδωκέστα- τος, οὐδὲ ὅστις βάλλειν ἐπισκοπώτατος· ταῦτα γὰρ καὶ Καμβύση ὑπῆρχε τῷ μαινομένῳ καὶ Ξέρξῃ τῷ ἀλαζόνι· ἀλλ' ὅστις τὴν γνώμην θεοειδὴς καὶ διοτεκνὴς καὶ Δι- μήτιν ἀτάλαντος. ὁ γὰρ τοιοῦτος ὑπὸ θάρσους καὶ τοῦ εἰδέναι ὅτι κόσμος ἀποχρῶν αὐτῷ ἢ ἀλήθεια ἀγα-