Ancient Greek
228.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 228.3
Unproofread scanNot analysed yet
Ἄλλ οὐχ ἴστησι τοὺς ἀεὶ τοῦ πλείονος ὀρεγομένους πέρας οὐδέν, οὐδὲ ὄρος οὐδεὶς, οὐδ᾽ ἂν πέλαγος εἴπης Ἀτλαντικόν. οἷς γὰρ οὐ πέπηγεν ὄρος ἐν τῇ ψυχῇ, οὐδὲ ἐν τῇ γῇ. πολεμοῦσι δὲ τὴν ἑαυτῶν ἐμπιπλάντες ἐπιθυμίαν, οὐ τοῦ κοινῇ συμφέροντος προνοοῦμενοι. ἀλλ᾽ οὐ βασιλεὺς, ἀλλ᾽ ἄχρι τούτου χαλεπὸς καὶ ἀπαραίτητος ἄχρι ἂν τὸ κοινὸν ὑποστῶν ἦ, τούτου δὲ αὐτῷ εὖ τιθεμένου τὰ λοιπὰ εἶναι δοκεῖ περιττή