Ancient Greek
235.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 235.3
Unproofread scanNot analysed yet
’Αλλ’ ἐπαντῶν ἡμῖν τῶν λόγων τῶν ἐξ ἀρχῆς, ὅτι συνέπεται ἀτεχνῶς τῇ φιλολογίᾳ τοῦ βασιλέως ἡ φιλανθρωπία. φιλανθρωπία δὲ πολλῶν μὲν πον κτῆμα καὶ ἰδιότης, βασιλέως δὲ ἴδιος νόμος καὶ ὑπρέπων ὑπὲρ τὰς ἀρετὰς τὰς λοιπὰς, εἰς ἣν συνδιδοθαι ἀπάσας ἐστὶν d ἀναγκαῖον, ἢ μηδὲν αὐτῶν ὄφελος εἶναι, εἰ καὶ ὑπάρχουν. ὅσα γὰρ ἑκάστην καθ’ ἑαυτὴν ἀκριβῶς οἷον νόμισμα μεταστρέφων εἰ ἐμφαίνεται αὐτῇ ὁ βασιλικὸς χαρακτήρ, οἷον τὴν καλουμένην ἀνδρείαν. στρατιώτου γὰρ μᾶλλον ὁ ἔπαινος οὗτος ἢ στρατηγοῦ ἢ ταξιάρχου. φημὶ δὲ ἐγὼ καὶ τὴν δικαιοσύνην καὶ τὴν σωφροσύνην, αἷς ἀγάλλεται βασιλεὺς ὑπὲρ ἅπαντας τοὺς ἰδιώτας, 147 α διὰ τοῦτο ἀγαπητὰς τε ἐπ’ αὐτοῦ εἶναι καὶ ἐκφανεῖς, ὅτι σύμπασαι αὗται συντείνουσι αὐτῷ εἰς φιλανθρωπίαν. ἄνευ δὲ ἐκείνης τῶν λοιπῶν χορῶν τῶν ἀρετῶν