Ancient Greek
239.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 239.3
Unproofread scanNot analysed yet
Τῆς δὲ τοιαύτης τοῦ βασιλικοῦ νοῦ προμηθείας καὶ περιωπῆς οὐ τὰ μὲν μείζω μέρη αἰσθάνεται, τὰ δὲ ἥττω οὐ, οὐδὲ τὰ μὲν ἐντιμότερα ἀπολαύει, τὰ δὲ φανλότερα οὐκ ἀξιοῦται, ἀλλ’ ὥσπερ ὁ πάμμεγας ἥλιος ἢ ὁ τοῦ ἡλίου δημιουργὸς ἐμπνεῖ μὲν τοῖς ζῴοις τὴν ψυχὴν, ἐμπνεῖ δὲ τοῖς φυτοῖς, ἐξηπται δὲ αὐτοῦ καὶ τὰ ἄψυχα τῶν σωμάτων, οὕτω καὶ ὁ μέγας βασιλεὺς ἀνίστησι μὲν τὰς μείζους πόλεις, ἀνίστησι δὲ καὶ τὰς ἐλάττους, τὰς δὲ μεταγὴ εἰς κάλλος, τὰς δὲ ἐξάγει εἰς μέγεθος, τὰς δὲ καὶ ἄρχαν ποιεῖ οὐ πρόσθεν ἀρχούσας. καὶ ἰδίως ἂν ὥσπερ ὕγασμα τὴν ἀρχὴν ἅπασαν ἅμα ἐπιδιδούσαν. καὶ ὥσπερ διὰ τῶν πολυπλόκων στημόνων οὐ μίᾳ κρόχης διαφορώσεως ἅπαντα ὁμοῦ τὰ ποικίλματα ἐπιδίδωσι, καὶ ὁ κίων καὶ ὁ λαγὼς καὶ ὁ κυνηγέτης καὶ ὁ ποιμὴν καὶ τὸ πρόβατον καὶ ὁ θάμνος καὶ ἡ βοτάνη, οὕτω καὶ τῆς βασιλέως γνώμης μιᾶς, τῆς γῆς διὰ πάσης τεταμένης, ἐνθαδὶ μὲν ἄστυ ὁρθοῦται, ἐνθαδὶ δὲ σταθμός, ἐνθαδὶ δὲ καὶ ἐπαύλιον. καὶ οὐ μὲν λιμὴν ἀνασταμοῦνται, οὐ δὲ θάλαττα ἀποκλείεται, οὐ