Ancient Greek
245.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 245.1
Unproofread scanNot analysed yet
IB. ΠΡΟΣ ΟΥΑΛΕΝΤΑ ΠΕΡΙ ΤΩΝ ΘΡΗΣΚΕΙΩΝ. Ἰπὸ Λουκίου Πετάβλου ἐξεληφθῆς. Οὐδεὶς ἐστιν, ὦ σοφώτατε βασιλεῦ, ὅστις οὐ κατὰ τοῦτο πλεῖστα τὴν σὴν γνώμην ἐπαινεῖ, ὅτι ὅπως ἂν ἕκαστος τυγχάνῃ βέλτιστος ὢν, οὕτω δή μάλιστα ἐαυτῷ προσάγειν ἀξιοῖς. καλῶς γὰρ καὶ τοῦτο νομίζεις, ὅτι τῷ βασιλεῖ ἀσφαλεστάτη εἰς σωτηρίαν ὁδὸς ἡ τῶν τοιούτων ἐστὶ συνήθεια, οἱ παρὰ τὴν δικαιοσύνην, καὶ παντοῖον ἔπαινον, μηδὲν οὕτω μέγα οἴονται ἀγαθὸν εἶναι, καὶ σπουδῆς ἀξίων. καὶ γὰρ τοιοῦτος ἂν τις εἴη δοξῶμεν, οἷοι περ ἂν ὦσιν, οἷς χαίρει συνών, καὶ εἰς τὴν παρὰ τῶν ἀνθρώπων εὔνοιαν ἐπιτηδειώτερον οὐδὲν τοῦ ἐπαιχῆ εἶναι δοκεῖν. ἐν δὲ τῷ παρὰ τῶν ἀρχομέ-