Ancient Greek
254.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 254.1
Unproofread scanNot analysed yet
ἡν εἰν ὕστερον εἰς αἰῶν τινα χρόνον μετὰ ἰσπολὴς διαφυλαχθήσεται. [ἔστιν δὲ ἐπὶ τὸν αὐτὸν ἀθλοθέτην ἔντας μὲν ἅπαντας οἱ σταθεῖς, οὐ μὴν ἀπαντες αὐτῷ δρόμον, ἀλλ' οἱ μὲν ἐνθεν, οἱ δὲ ἐνθεν ὥσπερ ἕνα μὲν ὑπολαμβάνεις τὸν μέγαν καὶ ἀληθινὸν ἀγωνοθέτην ὁδὸν δὲ ἐπ' αὐτὸν οὐ μίαν φέρειν, ἀλλὰ τὴν μὲν δυσπορωτέραν, τὴν δὲ εὐθύντεραν καὶ τὴν μὲν τραχεῖαν, τὴν δὲ ὁμαλὴν συντείνεσθαι δὲ ὅμως ἀπάσας πρὸς τὴν μίαν ἐκείνην καταγωγήν· καὶ τὴν ἅμιλλαν ἡμῖν, καὶ προθυμίαν οὐκ ἀλλοχόθεν ὑπάρχειν, ἀλλ' ἐκ τοῦ μὴ τὴν αὐτὴν πάσας βαδίζειν. εἰ δὲ μίαν μὲν ἀτραπὸν ἄντες, ἀποικοδομήσεις δὲ τὰς λοιπὰς, ἐφραξὼν τὴν εὐχωρίαν τοῦ ἀγωνίσματος.