Ancient Greek
270.4
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 270.4
Unproofread scanNot analysed yet
ΤΗΚΚΙΣΤΙΟΣ. XIII. ΕΡΩΤΙΚΟΣ. Λεινὰ μὲν ἂν πάθωμι, ὦ παῖ καλέ, ἐξ σοῦ μὲν ὁ κόσμος ὁ ἐκ τῶν ἔργων περιέχεται ἤδη καὶ περιεκτίεται, καὶ προκάθησαι σύμπαντα αὐτὸν προβεβλημένος, λάμπων τε καὶ ἀστράπτων τοῖς ἀγαθοῖς ἔργοις μᾶλλον ἢ τῇ πορφύρᾳ, ἐγὼ δὲ ἐκ περάτων εἰς πέρατα γῆς ἀρμήθεις καὶ τοσαῦτα πράγματα παρασχὼν ἵπποις τε καὶ ἡμιόνοις πολλὰ μὲν ὄρη διαδραμὼν, πολλὰ δὲ δάπεδα διαπτὰς, πολλαῖς δὲ πόλεσιν ὁμιλήσας, ἔπειτα φανείην σοι ἐπὶ θύραις ἀντὶ φιλοσόφου ῥητορικὸς τις ἢ ποιητικὸς ἐραστὴς καὶ τῶν σῶν μόνων καὶ σὺ μόνου σοῦ ἐπαινέτης. μόνου δὲ σοῦ ἐστιν ἐπαινέτης ὁ ἐκεῖνα τεθναμακώς, ἃ μόνη τῇ γνώμῃ ἐργάζη. Ὀμηρος γὰρ λέγων Σὴ δ’ ἡλὼ βουλὴ Πριάμου πόλις εὐρυάγυια ξενᾶγού λέγει βουλήν ἢ στρατιάρχου. ἐγὼ δὲ ὅτε λέγω τῇ σῇ βουλῇ τὸν δεῖνα εἰς τὴν ἑαυτοῦ ἐπανήκειν καὶ τὸν δεῖνα κεχωρισθαι τὸν πατρῴων οἶκον καὶ τὸν δεῖνα λελύσθαι δεσμῶν καὶ τοιούτους ἐφράξῃ ὀρθοθούς καὶ καταλόγους, βασιλέως λέγω βουλήν, ἥς ἔργον τὸ σῴζειν τοὺς ὑπηκόους, ὥσπερ καὶ ἑκάστης ἀρχῆς τὸ σῴζειν ὅτου ἄρχει· ποιμένος μὲν τὸ σῴζειν τὴν ποίμνην, βουκόλου δὲ τὸ ὑνέσθαι τὴν ἀγέλην, καὶ μὴ τοὺς μὲν λύκους ἀποσφθεῖν, αὐτὸν δὲ τῶν λύκων γίνεσθαι χαλεπώτερον κόπτοντα καὶ δαιτρεύοντα ἀεὶ τὰ πιότερα τῶν προβάτων ὥσπερ μάγειρον, ἀλλ’ οὐ ποιμένα. καὶ ταύτης τῆς βουλῆς ἀγαθὸν μὲν καὶ αὐτόγνωμον εἶναι καὶ αὐτουργόν, ἀγαθὸν δὲ καὶ τὸ πείθεσθαι τοῖς ὀρθογούμενοις. ὀρθῶς γὰρ ὑπελάμβανε Ζήνων ὁ Κιτιεύς βασιλικωτέραν εἶναι τῆς ἀρχινοίας τὴν εὐπειθεῖαν. ἰσχυροτέρα γὰρ ἢ ἀγαθὴ γνώμη ψηφίσμασι πλεῖσαι βεβαιωμένη.