Ancient Greek
273.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 273.3
Unproofread scanNot analysed yet
Καὶ σε τοσοῦτον ἐθῆκα θεοῖς ἐναείκλ' Ἀχιλλέῳ. οὐδὲ γὰρ ὅσα ἔγω λέγω μόνω ἐμαντῶ ἀπαντα λέγω, b ἀλλ' ὅρῃς ὅτι τὰ μὲν Σωκράτους εἶναι φημι, τὰ δὲ Πλάτωνος, τὰ δὲ Ὁμήρου, καὶ ὅσα ἂν ἐμοὶ πειθῇ, ἐκείνοις πεισθήσῃ, μᾶλλον δὲ οὔτε ἐμοὶ οὔτε ἐκείνοις, ἀλλὰ σαυτῷ. σὴ γὰρ ἤδη γνώμη ἐστίν, ἣν καταδέξῃ καὶ ἀσμενίσεις. καὶ γὰρ καὶ ἵππου καὶ ἱματίου καὶ παντὸς κτήματος οὐχ ὁ δοὺς κύριος, ἀλλ' ὁ κεχρημένος. ἐπεὶ καὶ Νέρων Σενέκᾳ οὐ συνήν, ἀλλὰ Πυλάδῃ συνήν καὶ Μητροβίῳ. τεταροῦν τῆς ἀρχῆς ἐξέπεσον ἀθλιώτερον ἢ τῶν ἀρμάτων. ὁ Σεβαστὸς Ἀρίστη συνήν c τῷ Αἰγυπτίῳ καὶ Τίτος Μουσωνίῳ τῷ Τυρσηνῷ καὶ Τραιανὸς Δίωνι, τῷ ἐκ Βιθυνίας καὶ Μάρκος Ρουτίκῳ, καὶ ὁ γε Σεβαστὸς ἀπαδιδούς τὴν πόλιν Ἀλεξανδρείαν οὐ τοσοῦτον τῷ ἔργῳ ὅσον τῷ συμβούλῳ ἐναλλασπίσασα