Ancient Greek
275.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 275.1
Unproofread scanNot analysed yet
XIII ΕΡΩΤΙΚΟΣ. δρῶσιν, ὁσημέραι καὶ ὅσαι ὧραι χρυσὸν ἐκ τῶν ταμείων τὴν αὐτὴν ὁδὸν ἐπανιόντα. πάλαι δὲ ἀμειχανώτερον τοῦτο ἦν ἢ ἐξ Ἅιδου ἀναβιβᾶναι. ἀλλ᾿ εἴτε ἐν δίκῃ εἴτε μὴ σὺν δίκῃ ξυνεφοίτησεν εἰς τὰ βασιλικά, ἀξιοῦν καταγηράσκειν ἔδει ἢ ἄλλη πῃ ἀποχωρήσαι, ἐπαγγελθῶν δὲ οὐδὲν ὧρησεν οὐκ ἐνομίζετο, ὥσπερ τὸν λέοντα, ὃν ἐποίησεν Αἴσωπος, ἀρρωστοῦντα ἐν τῷ σπηλαίῳ ἢ περδῶ ἐρεσχελεῖ εἰσιόντων τὰ ἴχνη δεικνῦσα τῶν ζῴων, ἐξιόντων δὲ οὔ. νῦν δὲ τηλαυγέστερον καὶ δικαιότρον τὰ ἴχνη ἐξιόντος τοῦ χρυσοῦ ἢ εἰσιόντος. Τίτον μὲν 10 γὰρ δή ὁ λόγος οὗτος ἀοίδιμος, ὅτι τήμερον οὐκ ἐβασίλευσα· οὐδένα γὰρ τήμερον εὖ ἐποίησα· Γρατιανὸς δὲ ἐπαινεῖ μὲν τὴν γνώμην, οὐκ ἐξαιρεῖ δὲ ἡμέραν. βασιλεῖ γὰρ οὐδεπώποτε ἐπιλιπεῖν ἀφορμὴν εὐεργεσίας, ἀλλ᾿ εἰ βούλοιτο, καὶ ἐν νυκτὶ καὶ ἡμέρᾳ καὶ ὥρᾳ 15 ἀφθονον αὐτοῖς παρεστάναι τὸν πλοῦτον καὶ ἐπιχειλίαν τῶν ἀγαθῶν καὶ τοὺς διψῶντας οὐκ ἐνδεάσειν· ἀπαντες γὰρ ἄνθρωποι διψῶσιν εὐδαιμονίας. ὅταν οὖν μήτε οἱ δεόμενοι ἐπιλίπῃσι μήτε ὁ διδὼν τῷ οὕτω θέλοντι, ἀβασιλεύτος οὐκ ἔστιν ἡμέρα· οὐχὼν Γρατιανῷ 20 οὐδὲ ὥρα. ἀλλ᾿ εἰ τοσαυτάκις βασιλεύει, ὁσάκις εὖ ποιεῖ, τοῦ Σεβαστοῦ ἂν εἴη Γρατιανὸς μακροβιώτερος· εἰκὰ οὐδὲ ἐπιλέγει αὐτοῦ εἰς τὸν ὕπνον ἰών.