Ancient Greek
276.4
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 276.4
Unproofread scanNot analysed yet
Ὡς εἰποταρσερας ἐγώ· τὰ Ῥωμαϊκὰ μακρῶ τῶν ἐμῶν διδασκάλων, καὶ ἡ ὁδός, ἣν ἐγὼ ἐκρχος ἐπορεύ-θην, μακαριωτέρα τοῦ πλοῦ, ὃν τοῖς Πλάτων ἐπεραιώ-θη. καὶ Λιονυσίου μὲν οὐ θέμις ἐν τῷ παρόντι μνη-20σθῆναι. πολὺς καὶ ὁ γέλως παραβάλλειν τοῖς ἐμοῖς παιδικοῖς καὶ τὸν Κλεινίου καὶ τὸν Ἰππαρίνου. ὀκνῶ δὲ ἐγὼ φάναι δι’ Ἀριστοτέλους ὅτι οὐδ’ ἂν αὐτῷ τῷ Ἀλεξάνδρῳ ὑφείμην. ἀλλ’ ἐν μὲν στρατηγῶν ἐξετάσει τὸν Φιλίππον ἂν θεῖμην ἐν λόγῳ, ἐν δὲ βασιλέων βασιλι-κώτερόν φημι εἶναι τὸν πλείους εὖ ποιῶντα τοῦ πλείους νικῶντος, ὥσπερ, ὁμῶς, καὶ τὸ σώζειν ἀνθρώπους τοῦ διαφθείρειν. καὶ μοι εὔστομα κείσθω τὰ ἄμφι Κλεῖτον καὶ Παρμενίωνα καὶ Καλλισθένην. ὡς ἐκεῖνά γε ἔννοοῦντι Ἀλέξανδρος οὐκέτι μέγας, ἀλλ’ οὐδ’ Ἀμμο-νος παῖς, ἀλλ’ οὐδὲ Φιλίππου, ἀλλὰ δαίμονός τινος