Ancient Greek
283.2
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 283.2
Unproofread scanNot analysed yet
Ἦως μὲν, ὦ θεοειδέστατε βασιλεῦ, ἑδυχέραινον ἑγὼ πρὸς τὴν ἀρρωσίαν, ὅτι τῶν κοινωνούντων μοι τῆς πρεσβείας ὑστερίζων κατηναγκάσθην, νῦν δὲ ἑσθόμην ὁπόσον ἄρα περιστὴν ἢ τῆς ψυχῆς εὐφροσύνη τῆς τοῦ σώματος ἀδυναμίας· ποιεῖ γοῦν μοι καὶ τὴν νόσον ῥαστώνην καὶ τὸ γῆρας ἀκμὴν· καὶ μόλις προσδοκηθεὶς διαφεύξεσθαι τὴν περιέχουσαν τοῦτὶ τὸ σῶμα νεφίλην ἰσχυρότερος μὲν θαλάττης ἑφάνην, ἰσχυρότερος δὲ κλύδωνος καὶ τρικυμίας. ἡβῶν δὲ αὐθίς ὑπέλαβον, ἵνικα ἐπυθόμην ἐν γράμμασι παρὰ τοῦ κρατίστου τῶν ἡμετέρων ξαθόρων δημοθᾶι τὴν χρυσὴν γενεὰν ἐπανήκουσαν, ὑφεσθαι ἡμᾶς βασιλείαν ὁλόκληρον καὶ ἀρτίπουν, λάμπουσαν τοῖς κάλλεσιν ἀμφοτέροις, τοῖς τε ψυχῆς καὶ τοῦ σώματος. καὶ ταῦτα οὐκ ἦν ἄρα κόμπος διὰ κενῆς, ἀλλὰ πάρεισιν ὁρᾶν αὐτοκράτορα, ἐφ’ οὗ τῆς Ὀμήρου ἐδεόμην φωνῆς,