Ancient Greek
287.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 287.1
Unproofread scanNot analysed yet
XIV. ΠΡΕΣΒΕΥΤΙΚΟΣ. στερος, ὅποι στήσῃ, εἰ τιμαῖς τὴν πόλιν ὑψηλοτέραν ποιήσεις ἢ Κωνσταντῖνος οἰκοδομήσασιν. οὕτω καὶ τῇ μεγάλῃ Ῥώμῃ θέατρα μὲν καὶ ἀγοραὶ καὶ γυμνάσια χθὲς που καὶ πρῆπν προύγεγονε, τιμαὶ δὲ καὶ τὸ ἀρχεῖν ἀεὶ καὶ τὸ διαλαγχάνειν τὰς τῶν ἐθνῶν ἐπικροπείας ἐξ ἀρχῆς οἰκιζομένη τῇ πόλει συνεφριζώθησαν. νῦν δὲ ἐπὶ μὲν τοῖς τῶν ἀνδριάντων μεγέθεσι σεμνύνμεθα, ἐπὶ δὲ τοῖς τῶν ἀνδρῶν ἀξιώμασιν οὐ θαυροῦμεν, ἀλλ’ εἰ σὺ τοιαῦτα ἀναθείης, ὦ θεία κεφαλῇ, τῇ μεγάλῃ βουλῇ νικητήρια, τότε ἀληθινῶς ἔσται δευτέρα ἡ Ῥώμῃ σὴ πόλις, εἰ γε ἄνδρες ἡ πόλις· ὡς νῦν γε οὐ λίαν οἰκείως τῇ ἐπιχλάσι ταύτῃ φιλοτιμοῦμαιθα.