Ancient Greek
288.1
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 288.1
Unproofread scanNot analysed yet
XV ΕΙΣ ΘΕΟΛΟΣΙΟΝ ΤΙΣ Η ΒΑΣΙΛΙΚΩΤΑΤΗ ΤΩΝ ΑΡΕΤΩΝ. Ἄρα εἴ τις Ὁμήρῳ τῷ γενναίῳ καὶ Θουκυδίδῃ τῷ Ἀθηναίῳ μὴ ἰκανὸς ἐξαγγέλλειν παραπλησίως πολέμους καὶ μάχας ἀνθρώπων, σιγῇ τῷ τοιούτῳ ἀνδρὶ παριένον εἰς τὰ βασιλεια· ὃν ὁ μὲν εὐθὺς ἐν προοιμίοις τὴν μῆνιν τὴν Ἀχιλλέως παραγγείλας ᾄδειν τὴν Καλλιόπην, ἔπειτα ἐφεξῆς καταλέγει ὅποσα ἡ μῆνις αὕτη κακὰ ἐφύτευσεν τοῖς Ἀχαιοῖς, καὶ ὅσα ἀνέτλη δι’ αὐτὴν τὸ Ἑλληνικὸν στρατόπεδον κτεινόμενον ὑπὸ τῶν Τρώων, ἄτερος δὲ θαρραλέωτερον καὶ μεγαλειώτερον ἐναρχόμενος τοῦ λόγου προαγγέλλειν οὐχ ὀκνεῖ τοῖς ἐντευξομένοις ὡς ἐφολκὸν τι καὶ ἐπαγωγόν, ὅτι τὸν πόλεμον ἐξηγήσεται τῶν Πελοποννησίων καὶ Ἀθηναίων, μέγιστόν τε καὶ βαρυσυμφορώτατον ἀπάντων κρίνας τῶν πρὸ αὐτοῦ γεγενημένων, καὶ ἐκλογίζεται ἐφεξῆς ὅποσῳ μείζω καὶ ἀξιολογώτερα τὰ κατὰ τὴν ἑαυτοῦ συγγραφὴν τῆς Ὁμήρου ποιήσεως· καὶ τούτων μὲν δὴ ἀμφοῖν οὕτος ὁ τρόπος. Ἡσιόδῳ δὲ τῷ Ἀσκραιῶ δόρατα μὲν φρίττοντα καὶ ἀσπίδας συννεειδούσας καὶ ὀλλύντας τε καὶ ὀλλυμένους καὶ αἵματι ῥιομένην τὴν γῆν οὐκ ἔδοξεν εἰσενεγκεῖν εἰς τὴν ποίησιν, τὰ δὲ χαμαίζηλα ταῦτα καὶ ἱππιαῖα καὶ ἀσφαλεστέρα τοῖς ἀνθρώποις, ὀπηρικά μὲν χρή ἄρουθ, ὀπηρικά δὲ σπείρειν, ὀπηρικά δὲ κλαῦν τὰς