Ancient Greek
309.4
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 309.4
Unproofread scanNot analysed yet
Ἀλέξανδρος τοίνυν ὁ Μακεδὼν ἐρωτηθεὶς ὅπου τοὺς θησαυροὺς ἔχει τῶν χρημάτων, τοὺς φίλους δεῖξας, εἶπεν, ἐν τούτοις. σὺ δὲ τὰς τιμὰς τὰς σοι προσήκουσας ἐν τοῖς φίλοις θησαυρίζων ἐπινούς καὶ διδούς μᾶλλον περιποιή. τιμὴ γὰρ οὐχ ἀναλίσκεται ὡσπερ χρυσίον, ἀλλ’ εἰ διδῶτο ἐξητασμένως, ἄπειρος παραμένει καὶ τῷ δόντι καὶ τῷ λαβόντι, καὶ τῷ μεῖζον τι παραδόντι ὅσω καὶ τὸ διδόναι τὰ μέγιστα τοῦ λαμβάνειν μακαριώτερον. μεγίστη δὲ τῶν ἀνθρωπίνων τιμῶν ὑπατεία, ἥ καὶ τοῦ χρόνου γίνεται μέτρον. ἀπερ δὲ ταύτης ἄνώνυμος καὶ ἀόριστος ὡσπερ ἐπισήμου χωρὶς προϊῶν.