Ancient Greek
315.3
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 315.3
Unproofread scanNot analysed yet
Καὶ αὐτίκα ἀπῆλ τεθαρχηκώς, οὐ φάλαγγος μιζῶν ἑπομένης, οὐδ’ ἱππικῶν λόχων παραπεμπόντων, οὐδὲ πέντε ὑποστρατήγους ἐφελχόμενος, ἀλλὰ μόνον τοῖς βασιλέως παραγγέλμασι πεφραγμένος, καὶ τούτοις προ- 209α πομποῖς χρώμενος καὶ παραπομποῖς. οὐκοῦν οὐδὲ ἐδέησεν αὐτῷ χρόνου πρὸς ταύτην τὴν νίκην, ἀλλὰ φανέντι μόνον καὶ προδειξάντι τὴν τοῦ πέμψαντος εὐμνιαν ὑπέκυπτε μὲν εὐθὺς ἡ θρασύτης Σκυθῶν, ἐξκώπτετο δὲ ἡ τόλμα, συνεστέλλετο δὲ ὁ θυμός, ἐξέπιπτε δὲ ὁ σίδηρος ἑκοντὶ ταῖν χειρόιν, εἵποντο δὲ ἄγοντι πρὸς βασιλέα καθάπερ ἐν πομπῇ καὶ πανηγύρει αἰσχυν- 2όμενοι τὴν γῆν, εἰς ἣν πρότερον ἐπαφόνησαν, καὶ φειδόμενοι τῶν λειψάνων ὡς ἱερῶν, μόνας ἐπιφρόντινοι τὰς μαχαίρας, ὅς ἔμελλον βασιλεῖ προσοῖσειν ἀνθ’ ἱκ- bτηρίας· τὰ δὲ ἄλλα γυμνοὶ καὶ εἰρηνικοί, ἥττημένοι ταῖς γνώμαις, οὐχὶ τοῖς σώμασι. ποῖον φάρμακον Πτο- 30λεμαίου τῆς Αἰγυπτίας ἐγκερασθὲν οἴνου κρατῆρι ἢ ποῖος κιστὸς Ἀφροδίτης οὕτως οὕ καὶ δραστήριον ὥστε τοὺς πύργους ὄντας τοῦ ἀδάμαντος στερεωτέρους, κροῦ μαλαχωτέρους ποιῆσαι;