Ancient Greek
328.4
Themistius, Περὶ φιλανθρωπίας ἢ Κωνστάντιος 328.4
Unproofread scanNot analysed yet
10 τῶν τοξοτῶν οὔδε τῶν ὀπλιτῶν οὔδε τῶν Ἀρμενίων οὔδε Ἰβήρων οὔδε ἵππου πεφραγμένης, ὥστε τὴν φλόγα σβέ-σαι τὴν Σκυθικὴν, ἀλλὰ μόνη τῇ σῇ βουλῇ καὶ τῇ σῇ γνώμῃ ὑφ’ ἑαυτῆς ἡ φλὸξ ἐκείνη ἀπεμαράνθη. οὐ γὰρ κάτω σοι νεύει τὰ ὀμματα οὐδὲ ὁ νοῦς ἐμφροντις ἐστιν 15 ὁπόθεν τὸ χρυσίον πλεῖον ἔσται σοι ἢ τὸ ἀργύριον, ἀλλ’ ὁπόθεν σοι πλεονάσουσιν οἱ τῶν ἀγαθῶν πράξεων θησαυροί, οἱ μόνοι ἄσυλοι καὶ ἄναλωτοι. ταῦτ’ οὖν γινώσκων, ὡς ἔοικεν, ὦ σοφώτατε, μόνης ταύτης μαθη-ματα καὶ διδάγματα τῆς ἐπιστήμης, εἰσπράττεσθαι αὐ- 20 τὴν οὐκ ὀκνεῖς ἐν μέσῳ τε καὶ ἐφ’ ἀπάντων τὸ ἔργον ἐφ’ ὃ ἔταξεν ἑαυτήν, οἷόν τινα ἐτήσιον εἰσφορὰν. καὶ οὐκ ἐφίστης μόνῃ τῇ εἰσπράξει ἀρχὴν τινα καὶ στρατιώ-την, ἀλλ’ αὐτὸς κατεπείγεις καὶ αὐτὸς ἐπαναγκάζεις καὶ αὐτὸς ἀποδέχεσθαι τὴν εἰσφορὰν ταύτην διανοῇ. τυγχάνει 25 δὲ καὶ αὐτὸς εἰδὼν ἂν καταλάβοις τὸ ταμιεῖον. διπλῆ οὖν με ἐπιγαυροῦσθαι προσήκει, καὶ ὅτι τὰ παιδικὰ μοι οὕτως διοικεῖται ὥστε ἐρᾶν τέχνης δυσχεραίνουσης